Mnemeion inscription of Aurelia Menandris and family, with curse and penalty for unauthorized burial; imperial; found at Aphrodisias: *CIG 2843.  
[ ] CIG 2843
1 [τὸ μνημεῖον? καὶ ἡ — σορὸς καὶ αἱ — δύο εἰσῶσται — καὶ πάντα] τ̣ὰ
[πε]ρὶ αὐτὰ δικαίῳ παντὶ Αὐρηλίας Μενανδρίδος τῆς Μενάνδρου τοῦ Μολοσσοῦ τοῦ
Μολοσσοῦ τοῦ Διογένους· ἐν ᾗ σορῷ κεκήδευται Αὐρ(ήλιος) Φιλόκαπος Φιλοκάπου τοῦ Κορύμ-
βου ἀν[ὴ]ρ αὐτῆς, κηδε<υθ>ήσεται δὲ ἥ τε Μενανδρὶς καὶ Φιλόκαπος τρὶς τοῦ Κορύμβου ὁ υἱὸς
5 αὐτῶ<ν>· ἕτερος δὲ οὐδεὶς ἕξει ἐξουσίαν <ἢ> ἐνθάψαι τινὰ ἐν τῇ σωρῷ ἢ ἐκθάψαι τῶν ἐν αὐτῇ· ἐπεὶ ὁ
τοιοῦτό τι ποιήσας ἔστω ἀσεβὴς καὶ ἐπάρατος καὶ τυμβωρύχος, καὶ προσαποτεισάτω θεᾷ Ἀφροδείτῃ
καὶ εἰς τειμὰς τῶν Σεβαστῶν 𐆖 ͵ζ, ὧν τὸ τ<ρί>τον ἔστω τοῦ ἐκδικήσαντος· ἐν δὲ
[τα]ῖς̣ προειρημέναις εἰσώσταις δύο ταφήσων<ται> οὓς ἂν Μενανδρὶς βουληθῇ <ἢ> διατάξητα[ι. ταύ]-
[της] τῆς ἐπιγραφῆς ἀπετέθη ἀντίγραφον εἰς τὸ χρεωφυλάκιον ἐπὶ στεφανηφόρου τὸ ζʹ [Φ]λα(ουίου)?
10 Κλ(αυδίου) Διογένους, μηνὸς Γορπιαίου.  ❦
Search Help
Contact Us