Mnemeion inscription of Aurelia Menandris and family, with
curse and penalty for unauthorized burial; imperial; found at
Aphrodisias: *CIG 2843.
[ ]
CIG 2843
| 1 | [τὸ μνημεῖον? καὶ ἡ — σορὸς καὶ αἱ — δύο εἰσῶσται — καὶ πάντα] τ̣ὰ |
| [πε]ρὶ αὐτὰ δικαίῳ παντὶ Αὐρηλίας Μενανδρίδος τῆς Μενάνδρου τοῦ Μολοσσοῦ τοῦ | |
| Μολοσσοῦ τοῦ Διογένους· ἐν ᾗ σορῷ κεκήδευται Αὐρ(ήλιος) Φιλόκαπος Φιλοκάπου τοῦ Κορύμ- | |
| βου ἀν[ὴ]ρ αὐτῆς, κηδε<υθ>ήσεται δὲ ἥ τε Μενανδρὶς καὶ Φιλόκαπος τρὶς τοῦ Κορύμβου ὁ υἱὸς | |
| 5 | αὐτῶ<ν>· ἕτερος δὲ οὐδεὶς ἕξει ἐξουσίαν <ἢ> ἐνθάψαι τινὰ ἐν τῇ σωρῷ ἢ ἐκθάψαι τῶν ἐν αὐτῇ· ἐπεὶ ὁ |
| τοιοῦτό τι ποιήσας ἔστω ἀσεβὴς καὶ ἐπάρατος καὶ τυμβωρύχος, καὶ προσαποτεισάτω θεᾷ Ἀφροδείτῃ | |
| καὶ εἰς τειμὰς τῶν Σεβαστῶν 𐆖 ͵ζ, ὧν τὸ τ<ρί>τον ἔστω τοῦ ἐκδικήσαντος· ἐν δὲ | |
| [τα]ῖς̣ προειρημέναις εἰσώσταις δύο ταφήσων<ται> οὓς ἂν Μενανδρὶς βουληθῇ <ἢ> διατάξητα[ι. ταύ]- | |
| [της] τῆς ἐπιγραφῆς ἀπετέθη ἀντίγραφον εἰς τὸ χρεωφυλάκιον ἐπὶ στεφανηφόρου τὸ ζʹ [Φ]λα(ουίου)? | |
| 10 | Κλ(αυδίου) Διογένους, μηνὸς Γορπιαίου. ❦ |