[Soros] inscription of Aur(elia) Meltine for self and
family, with curse and penalty for unauthorized burial, on marble
sarcophagus; imperial; found at Aphrodisias: *MAMA 8, no. 571.
[ ]
MAMA VIII, no. 571
1 | [ἡ σορός ἐστιν] Αὐρ(ηλίας) Μελτίνης τῆς Ἡρακλᾶ, εἰς ἣν κεκήδευνται Ἄττα- |
λος Περείτου ὁ ἀνὴρ αὐτῆς κὲ Διογένεια κὲ Ζήνων κὲ Μελτίνη τὰ τέκνα | |
αὐτῆς, κηδευθήσεται δὲ κὲ ἡ Αὐρ(ηλία) Μελτίνη ἡ προγεγραμμένη κὲ Τυχάρι- | |
ον Διογένους· ἕτερος δὲ οὐδεὶς ἕξει ἐξουσίαν ἐνταφῆναι ἢ ἐκθάψαι | |
5 | τινὰ τῶν κειμένων ἐπεὶ ἔσται ἀσεβὴς κὲ ἐπάρατος κὲ τυμβωρ[ύ]- |
χος κὲ προσαποτεὶσει ἱερὰς τῇ θεῷ Ἀφροδίτῃ ἀττικὰς ͵α, ὧν τὸ τρί- | |
τον ἔσται τοῦ ἐκδικήσαντος· τῆς ἐπιγραφῆς ἀπετέθη ἀντίγραφον εἰς τὸ | |
χρεοφυλάκιον ἐπὶ Ἀτταλίδος τῆς Ἀττάλου τ[ὸ] ϛʹ, μηνὸς θʹ. |