[Soros] inscription of Aur(elia) Meltine for self and family, with curse and penalty for unauthorized burial, on marble sarcophagus; imperial; found at Aphrodisias: *MAMA 8, no. 571.  
[ ] MAMA VIII, no. 571
1 [ἡ σορός ἐστιν] Αὐρ(ηλίας) Μελτίνης τῆς Ἡρακλᾶ, εἰς ἣν κεκήδευνται Ἄττα-
λος Περείτου ὁ ἀνὴρ αὐτῆς κὲ Διογένεια κὲ Ζήνων κὲ Μελτίνη τὰ τέκνα
αὐτῆς, κηδευθήσεται δὲ κὲ ἡ Αὐρ(ηλία) Μελτίνη ἡ προγεγραμμένη κὲ Τυχάρι-
ον Διογένους· ἕτερος δὲ οὐδεὶς ἕξει ἐξουσίαν ἐνταφῆναι ἢ ἐκθάψαι
5 τινὰ τῶν κειμένων ἐπεὶ ἔσται ἀσεβὴς κὲ ἐπάρατος κὲ τυμβωρ[ύ]-
χος κὲ προσαποτεὶσει ἱερὰς τῇ θεῷ Ἀφροδίτῃ ἀττικὰς ͵α, ὧν τὸ τρί-
τον ἔσται τοῦ ἐκδικήσαντος· τῆς ἐπιγραφῆς ἀπετέθη ἀντίγραφον εἰς τὸ
χρεοφυλάκιον ἐπὶ Ἀτταλίδος τῆς Ἀττάλου τ[ὸ] ϛʹ, μηνὸς θʹ.
Search Help
Contact Us