[Soros] inscription of Ant(onius) Antiochos, Ant(onia) Eiphianassa, and family, with curse and penalty for unauthorized burial on sarcophagus; imperial; found at Aphrodisias: Reinach, REG 19, 1906, 261-262, no. 155; *MAMA 8, no. 565 (PH).  
[ ] MAMA VIII, no. 565
1 [ἡ σορὸς καὶ αἱ ὑποκεί]μεναι εἰσῶσται δύο εἰσὶν Ἀντ(ωνίου) Ἀντιόχου καὶ Ἀντ(ωνίας) Εἰφιανάσσης
[ἐν αἷς ἤδη μὲν κεκήδευτ]αι Ἀντ(ώνιος) Ἀντίοχος, κηδευθήσονται δὲ καὶ ἡ Εἰφιάνασσα καὶ Ἀντώνιος Ἀθην[αγό]-
[ρας ὁ αὐτῆς ἀπόγο]νος· ἕτερος δὲ οὐδεὶς ἕξει ἐξουσίαν ἐνθάψαι τινὰ παρὰ τοὺς προγεγρα[μμέ]-
[νους ἢ ἐκθάψαι τῶν τε]θα[μ]μ̣ένων ἢ ταφησομένων τινά, ἐπεὶ ὁ τοιοῦτό τι τολμήσας ἔσται ἐπάρατο̣[ς]
5 [καὶ ἀσεβὴς καὶ τυμβ]ω[ρ]ύ̣χος καὶ προσαποτεισάτω θεᾷ Ἀφροδείτῃ ἀργυρίου 𐆖 ͵γφʹ [κ]αὶ εἰς τειμὰς τῶν
[Σεβαστῶν ἀργυρίου] 𐆖 ͵γφʹ ὧ[ν] τὸ τρίτον ἔσται τ[οῦ] ἐγδικήσαντος, καὶ οὐδὲν ἧττον μενεῖ κύρια τὰ ἐπ’ αὐ[τῷ γεγραμμέ]-
να· τῆς ἐπιγραφῆς ἀπετέθη ἀντίγραφον εἰς τὸ χρεοφυλάκιον ἐπὶ στεφανηφόρου Λ(ουκίου) Ἀν(τωνίου) Κλ(αυδίου) Διογένους Δομετεί-
νου μηνὸς θʹ, εἰς δὲ τὰς ἰσώστας ἐνταφήσονται οὓς ἂν διατάξηται ἡ Εἰφιάνασσα.
Search Help
Contact Us