Soros inscription of Antiochos Antiochou and family, with curse and penalty for unauthorized burial and violating grave; imperial; found near Aphrodisias: *Reinach, REG 19, 1906, 260-261, no. 154.  
[ ] REG 19, 1906, 260-61, no. 154
0 [ἡ σορὸς? — ἐστὶν —]
Ἀντι(ό)χου ἐν ᾗ σορῷ κηδευθήσονται Ἀν[τίο]χος ὁ προγεγραμμένος καὶ Ἀν-
τωνία Δαμοκράτεια ἡ γυνὴ αὐτοῦ καὶ Ἀντίοχος ὁ υἱὸς αὐτῶν· ἕτερος δὲ οὐ-
δεὶς ἕξει ἐξουσίαν θάψαι τινὰ ἐν τῇ σορῷ ἢ ἐκθάψαι τινὰ τῶν ἐ[ν]τ[α]φέντων,
ἐπεὶ ὁ ἐπιχειρήσας τοιοῦτό τι ἔστω ἀσεβὴς καὶ ἐπάρατος καὶ τυμβωρύ-
5 χος καὶ ἀποτεισάτω τῇ κρατίστῃ βουλῇ ἀ[ργ]υρίου 𐆖 ͵βφʹ ὧν τὸ τρίτον ἔσ-
ται τοῦ ἐκδικήσαντος· ἐν δὲ ταῖς εἰσώσταις κηδευθήσονται οὓς ἂν
ὁ Ἀντίοχος καὶ Ἀντίοχος ὁ υἱὸς αὐτοῦ βουληθῶσ<ι>ν. τῆς ἐπιγραφῆς ταύτης
ἀντίγραφον ἀπετέθη εἰς τὸ χρεοφυλάκιον ἐπὶ στεφανηφόρου Διογένους
υἱοῦ [Τί(του)] Κλ(αυδίου) Ἑρμείου Δομετείνου. μ(ηνὸς) γʹ
Search Help
Contact Us