Soros inscription of Antiochos Antiochou and family, with
curse and penalty for unauthorized burial and violating grave;
imperial; found near Aphrodisias: *Reinach, REG 19, 1906,
260-261, no. 154.
[ ]
REG 19, 1906, 260-61, no. 154
0 | [ἡ σορὸς? — ἐστὶν —] |
Ἀντι(ό)χου ἐν ᾗ σορῷ κηδευθήσονται Ἀν[τίο]χος ὁ προγεγραμμένος καὶ Ἀν- | |
τωνία Δαμοκράτεια ἡ γυνὴ αὐτοῦ καὶ Ἀντίοχος ὁ υἱὸς αὐτῶν· ἕτερος δὲ οὐ- | |
δεὶς ἕξει ἐξουσίαν θάψαι τινὰ ἐν τῇ σορῷ ἢ ἐκθάψαι τινὰ τῶν ἐ[ν]τ[α]φέντων, | |
ἐπεὶ ὁ ἐπιχειρήσας τοιοῦτό τι ἔστω ἀσεβὴς καὶ ἐπάρατος καὶ τυμβωρύ- | |
5 | χος καὶ ἀποτεισάτω τῇ κρατίστῃ βουλῇ ἀ[ργ]υρίου 𐆖 ͵βφʹ ὧν τὸ τρίτον ἔσ- |
ται τοῦ ἐκδικήσαντος· ἐν δὲ ταῖς εἰσώσταις κηδευθήσονται οὓς ἂν | |
ὁ Ἀντίοχος καὶ Ἀντίοχος ὁ υἱὸς αὐτοῦ βουληθῶσ<ι>ν. τῆς ἐπιγραφῆς ταύτης | |
ἀντίγραφον ἀπετέθη εἰς τὸ χρεοφυλάκιον ἐπὶ στεφανηφόρου Διογένους | |
υἱοῦ [Τί(του)] Κλ(αυδίου) Ἑρμείου Δομετείνου. μ(ηνὸς) γʹ |