Mnemeion inscription of [Aeneas] Chares for self and
family, with penalty for unauthorized burial; imperial?; found at
Aphrodisias: Fellows, Acct. 352-353, no. 54; CIG 2837b; Bailie,
Fasc. ii 49-50 and 317-318, no. 76; *LW 1634.
[ ]
LW 1634
1 | τὸ μνημεῖον καὶ ἡ ἐπ’ αὐτοῦ σορός ἐστιν |
Χάρητος τετράκι τοῦ Ζήνωνος τοῦ Ἀρτέμω- | |
νος Αἰνείου· εἰς ἣν σορὸν κεκήδευται Χάρης | |
ὁ πατήρ ὁ Αἰνείου καὶ Χάρης καὶ Ἀπφία οἱ πάπποι | |
5 | αὐτοῦ καὶ Γλύκων ὁ θεῖος αὐτοῦ, μόνων ἐπικη- |
δευθησομένων Ἀπφίας τῆς μητρὸς [τοῦ] Αἰ- | |
νείου καὶ Αἰνείου καὶ τῆς γυναικὸς αὐτοῦ [καὶ τῶν] | |
φυσικῶν τέκνων αὐτοῦ· μηδενὸς ἔ- | |
χοντος ἐξουσίαν ἄλλον τινὰ ἐνθάψαι | |
10 | μήτε εἰς τὸν βωμὸν μήτε εἰς τὴν σορόν· |
ἐπεὶ ὁ ἐνθάψας ἀποτεισάτω τῷ ἱερωτάτῳ τα- | |
μείῳ 𐆖 δισχείλια πεντακόσια. ταύτης τῆς | |
ἐπιγραφῆς ἀπετέθη ἀντίγραφον εἰς τὸ χρε- | |
οφυλάκιον ἐπὶ στεφανηφόρου τὸ θʹ Ἀττα- | |
15 | λίδος τῆς Μενεκράτους, μηνὸς Γορπιέου. |