Mnemeion inscription of [Aeneas] Chares for self and family, with penalty for unauthorized burial; imperial?; found at Aphrodisias: Fellows, Acct. 352-353, no. 54; CIG 2837b; Bailie, Fasc. ii 49-50 and 317-318, no. 76; *LW 1634.  
[ ] LW 1634
1 τὸ μνημεῖον καὶ ἡ ἐπ’ αὐτοῦ σορός ἐστιν
Χάρητος τετράκι τοῦ Ζήνωνος τοῦ Ἀρτέμω-
νος Αἰνείου· εἰς ἣν σορὸν κεκήδευται Χάρης
ὁ πατήρ ὁ Αἰνείου καὶ Χάρης καὶ Ἀπφία οἱ πάπποι
5 αὐτοῦ καὶ Γλύκων ὁ θεῖος αὐτοῦ, μόνων ἐπικη-
δευθησομένων Ἀπφίας τῆς μητρὸς [τοῦ] Αἰ-
νείου καὶ Αἰνείου καὶ τῆς γυναικὸς αὐτοῦ [καὶ τῶν]
φυσικῶν τέκνων αὐτοῦ· μηδενὸς ἔ-
χοντος ἐξουσίαν ἄλλον τινὰ ἐνθάψαι
10 μήτε εἰς τὸν βωμὸν μήτε εἰς τὴν σορόν·
ἐπεὶ ὁ ἐνθάψας ἀποτεισάτω τῷ ἱερωτάτῳ τα-
μείῳ 𐆖 δισχείλια πεντακόσια. ταύτης τῆς
ἐπιγραφῆς ἀπετέθη ἀντίγραφον εἰς τὸ χρε-
οφυλάκιον ἐπὶ στεφανηφόρου τὸ θʹ Ἀττα-
15 λίδος τῆς Μενεκράτους, μηνὸς Γορπιέου.
Search Help
Contact Us