Platas inscription of Adrastos Polychronios for self and
family, with curse and penalty for unauthorized burial, on urn;
imperial; found at Aphrodisias, part later at Smyrna: Fellows,
Acct. 39-41 and 331-332, no. 41; CIG 2824 + p. 1115; Bailie,
Fasc. ii 53-55 and 319-322, no. 78; *Cormack, Notes 15 and 61
fig. 9.
[ ]
Cormack, Notes 15 & 61, fig. 9
1 | ὁ πλάτας ἐστὶν Ἀδράστου τοῦ Γλύκωνος τοῦ Γλύκωνος Λέοντος τοῦ |
Ἑκατόμνονος Πολχρονίου· ὅντηνα πλάτον <σ>υν- | |
εχώρησεν αὐτῷ Πολυχρονία Καλ<λ>ικράτου· | |
εἰς ὃν πλάτον κατεσκεύασεν μνημεῖον τὸ ἐπικείμε- | |
5 | ον τ<ῷ> πλάτᾳ, σορόν τε καὶ <ἰ>σώστας ἐν αὐτῷ |
καὶ τὰ λυπὰ τὰ ἐν αὐτῷ· εἰς ἳν σορὸν ἔθαψα Βαρίλλα<ν> τὴν | |
ἐ<μ>αυτοῦ γυναῖκα· βούλομαι δὲ καὶ αὐτὸς | |
ἐν τῇ σωρῷ τεθῆναι, ἕτερον δὲ μηδένα. ἐν τῇ ἰσώστῃ | |
τῇ πρώτῃ ὑποκειμένῃ <τῇ> σορῷ ἐνταφῆναι | |
10 | βούλομαι τὴν γυναῖκά μου καὶ Πολυχρόνιον τὸν υἱόν |
μου, ἐν δὲ τῇ{ς} ἑτέρᾳ ἰσώστῃ τεθῆναι βούλομαι | |
Τατιανὸν καὶ Ἄδραστον τὰ τέκνα μου, ἕτερον δὲ | |
μή<τ>ε? ἐν τῇ σωρῷ μή<τ>ε? ἐν ταῖς ἰσώσταις | |
τεθῆναι· εἰ δὲ τὸν <ὕ>σπληγ<γα> οἱ κληρονόμοι μου μετὰ τὸ | |
15 | ἐντεθῆναί με ἐν τῇ σορῷ μ<ὴ ἀ>σφαλίσονται, |
ἔστω μου κληρονόμος ἡ θεὰ Ἀφροδείτη· τοῦτο δὲ ἐκδι- | |
κίσουσιν οἱ κατὰ καιρὸν νεωποιο<ί, οἳ> ἐπὶ αὐτοῦ | |
ἔστωσαν ὑπεύθινοι. <ἐὰν δέ> [τ]ις [π]α<ρ>ὰ <τ>ὰ διατετα<γμένα> | |
ἕτε<ρ>όν τι[να θάψ]ῃ, [ἔ]στω ἐπάρατος | |
20 | καὶ προσ<α>ποτεισάτο τῷ ἱερωτάτῳ ταμείῳ |
𐆖 <εʹ?> ὧν τὸ τρί<τον ἔ>στω τοῦ ἐκδικήσαντος. |