Bomos inscription of Achilleus, pragmateutes of Ti(berius) Claudius Attalos, senator, and family, with curse for unauthorized burial, on plain marble slab; imperial; found at Aphrodisias: CIG 2831 + p. 1115; Reinach, REG 19, 1906, 264, no. 158; *MAMA 8, no. 570; **Hellenica 13, 131-133 and 173 (l. 10); BE 1966:410.  
[ ] MAMA VIII, no. 570
1 ὁ βωμὸς σὺν ταῖς εἰσώσταις καὶ τῇ ἐπικειμένῃ σορῷ
Ἀχιλλέως Τι(βερίου) Κλ(αυδίου) Ἀττάλου συνκλητικοῦ πραγμα-
τευτοῦ καὶ Τατιανῆς γυναικὸς Ἀχιλλέως καὶ Ἀχιλλεί-
ης τέκνου αὐτῶν· εἰς ἣν σορὸν κεκήδευται Τατιανή, ἑ-
5 τέρῳ δὲ οὐδενὶ ἐξέσται κηδευθῆναι ἐν τῇ σορῷ ἢ μό-
νῳ Ἀχιλλεῖ καὶ Ἀχιλλείῃ τέκνῳ αὐτοῦ· ἐὰν δέ τις με-
τὰ τὸ ἀποθεωθῆναι τοὺς προδηλουμένους τολμ[ή]-
σῃ ἀνοίξας τὴν σορὸν μετακεινῆσαι σωμάτειον ἢ
ὀστέα ἢ ἕτερόν τινα ἐνθάψαι ἢ ἐκκόψαι ἐπιγραφὴν ἐ-
10 ξώλη ἀπόλοιτο σὺν τέκνοις καὶ παντὶ τῷ γένει, τῶν
δ’ εἰσωστῶν ἐξουσίαν οὐδεὶς ἕτερος ἕξει πρὸς τὸ
συνχωρῆσαί τινα ταφῆναι ἢ μόνος Ἀχιλλεὺς κα[ὶ]
#⁹³⁷ Ἀχιλλεία τέκνον αὐτοῦ. ❦
Search Help
Contact Us