Bomos inscription of Achilleus, pragmateutes of Ti(berius)
Claudius Attalos, senator, and family, with curse for
unauthorized burial, on plain marble slab; imperial; found at
Aphrodisias: CIG 2831 + p. 1115; Reinach, REG 19, 1906, 264, no.
158; *MAMA 8, no. 570; **Hellenica 13, 131-133 and 173 (l. 10);
BE 1966:410.
[ ]
MAMA VIII, no. 570
1 | ὁ βωμὸς σὺν ταῖς εἰσώσταις καὶ τῇ ἐπικειμένῃ σορῷ |
Ἀχιλλέως Τι(βερίου) Κλ(αυδίου) Ἀττάλου συνκλητικοῦ πραγμα- | |
τευτοῦ καὶ Τατιανῆς γυναικὸς Ἀχιλλέως καὶ Ἀχιλλεί- | |
ης τέκνου αὐτῶν· εἰς ἣν σορὸν κεκήδευται Τατιανή, ἑ- | |
5 | τέρῳ δὲ οὐδενὶ ἐξέσται κηδευθῆναι ἐν τῇ σορῷ ἢ μό- |
νῳ Ἀχιλλεῖ καὶ Ἀχιλλείῃ τέκνῳ αὐτοῦ· ἐὰν δέ τις με- | |
τὰ τὸ ἀποθεωθῆναι τοὺς προδηλουμένους τολμ[ή]- | |
σῃ ἀνοίξας τὴν σορὸν μετακεινῆσαι σωμάτειον ἢ | |
ὀστέα ἢ ἕτερόν τινα ἐνθάψαι ἢ ἐκκόψαι ἐπιγραφὴν ἐ- | |
10 | ξώλη ἀπόλοιτο σὺν τέκνοις καὶ παντὶ τῷ γένει, τῶν |
δ’ εἰσωστῶν ἐξουσίαν οὐδεὶς ἕτερος ἕξει πρὸς τὸ | |
συνχωρῆσαί τινα ταφῆναι ἢ μόνος Ἀχιλλεὺς κα[ὶ] | |
#⁹³⁷ Ἀχιλλεία τέκνον αὐτοῦ. ❦ |