Honorary inscription for Temokles Apolloniou, by boule and
demos; imperial; found at Aphrodisias: *CIG 2766; Liermann 19-23,
no. 4.
[ ]
CIG 2766
1 | ἡ βουλὴ καὶ ὁ δῆμος |
<ἐ>τείμησαν ταῖς καλλίσταις | |
καὶ μεγίσταις τειμαῖς | |
Τε<ι>μοκλέα Ἀπολλωνίου | |
5 | τοῦ Ὑψικλέους, ἄνδρα σοφὸν, |
καλὸν καὶ ἀγαθόν, γένους | |
πρώτου καὶ ἐνδοξοτάτου, | |
γυμνασιαρχ<ή>σαντα καὶ | |
στεφανηφορήσαντα με- | |
10 | γαλο<ψύ>χως καὶ φιλοδόξω<ς>, |
καὶ ἀρχιερατεύσαντα τοῦ | |
αὐτοκράτορος, καὶ ἀγωνο- | |
θετήσαντα, καὶ δὶς ἑστιάσ- | |
αντα τὸν δῆμον, πάν- | |
15 | τα ποιήσαντα μεγαλομε- |
ρῶς λαμπρότατα καὶ πολυ- | |
τελέστατα ἐκ τῶν ἰδίων ἀξίως | |
καὶ ἀναλογού<ν>τως τῆι πατρί- | |
δι καὶ τῶι γένει. ❦ |