Honorary inscription for Temokles Apolloniou, by boule and demos; imperial; found at Aphrodisias: *CIG 2766; Liermann 19-23, no. 4.  
[ ] CIG 2766
1 ἡ βουλὴ καὶ ὁ δῆμος
<ἐ>τείμησαν ταῖς καλλίσταις
καὶ μεγίσταις τειμαῖς
Τε<ι>μοκλέα Ἀπολλωνίου
5 τοῦ Ὑψικλέους, ἄνδρα σοφὸν,
καλὸν καὶ ἀγαθόν, γένους
πρώτου καὶ ἐνδοξοτάτου,
γυμνασιαρχ<ή>σαντα καὶ
στεφανηφορήσαντα με-
10 γαλο<ψύ>χως καὶ φιλοδόξω<ς>,
καὶ ἀρχιερατεύσαντα τοῦ
αὐτοκράτορος, καὶ ἀγωνο-
θετήσαντα, καὶ δὶς ἑστιάσ-
αντα τὸν δῆμον, πάν-
15 τα ποιήσαντα μεγαλομε-
ρῶς λαμπρότατα καὶ πολυ-
τελέστατα ἐκ τῶν ἰδίων ἀξίως
καὶ ἀναλογού<ν>τως τῆι πατρί-
δι καὶ τῶι γένει. ❦
Search Help
Contact Us