Honorary inscription for Tata Diodorou by boule, demos,
and gero[usia,] on marble block; imperial; found at Aphrodisias:
CIG 2820.A; Henzen, Ann. d. Inst. 23, 1852, 127-131, no. 7, col.
2; LW 1602.b; Liermann 99-100, no. 17 (non vidi); Reinach, REG
19, 1906, 143-144, no. 76; *MAMA 8, no. 492.b (PH).
[ ]
MAMA VIII, no. 492b
1 | ἡ βουλὴ καὶ ὁ δῆμος καὶ ἡ γερο[υσία] |
ἐτείμησαν ταῖς πρώταις τειμα[ῖς] | |
Τάταν Διοδώρου τοῦ Διοδώρου το[ῦ φύ]- | |
σει Λέοντος, ἁγνὴν ἱέρειαν Ἥρας διὰ βίου, | |
5 | μητέρα πόλεως, γυναῖκα γενομένην |
καὶ μείνασαν Ἀττάλου τοῦ Πυθέου | |
στεφανηφόρου, καὶ αὐτὴν γένους πρώ- | |
του καὶ λαμπροῦ, ἱερατεύσασαν τῶν | |
Σεβαστῶν ἐκ δευτέρου ἀλείψασαν | |
10 | δὶς δρακτοῖς ἐκ λουτήρων ἐπιρύτοις |
δαψιλέστατα τὸ πλεῖστον μέρος καὶ τῆς | |
νυκτός, στεφανηφορήσασαν, θύσασαν | |
παρ’ ὅλους τοὺς ἐνιαυτοὺς ὑπὲρ τῆς ὑγή- | |
ας τῶν Σεβαστῶν, ἑστιάσασαν τὸν δῆμον | |
15 | πλεονάκις καὶ πανδήμοις κατακλίσεσιν, |
ἔν τε τοῖς θυμελικοῖς καὶ σκηνικοῖς ἀγῶ- | |
σιν τὰ πρωτεύοντα ἐν τῇ Ἀσίᾳ ἀκροά- | |
ματα αὐτὴν πρώτως ἀγαγοῦσαν καὶ δεί- | |
ξασαν τῇ πατρίδι, ὡς ἐπὶ τὴν δεῖξιν τῶν | |
20 | ἀκροαμάτων συνελθεῖν καὶ συνεορτά- |
σαι τὰς ἀστυγειτνιώσας πόλεις, γυναῖκα | |
μηδενὸς ἀναλώματος φεισαμένην, φι- | |
λόδοξον, ἀρετῇ σωφροσύνῃ κεκοσμημένην. |