Honorary inscription for Mar(cus) Ul(pius) Car(minius) Claudianus, responsible for much building, by boule, demos, and gerousia of Aphrodisias; 22; found at Aphrodisias: *CIG 2782 + p. 1112; Ziebarth, ZVRW 16, 1903, 292, no. 64; Liermann 73-86, no. 14 (non vidi); Laum, no. 108; **Derenne, AC 2, 1933, 74 (l. 27); BE 1939:358; **BE 1972:475 (p. 183) (ll. 25-26); **Macro, AJP 100, 1979, 94-98 (ll. 9-10); SEG 29, 1068; BE 1980:472; AnnEpig 1980, 865.  
[ ] CIG 2782 + p. 1112
1 ἡ βουλὴ καὶ ὁ δῆμος ὁ Ἀφροδισιέων καὶ ἡ γερουσία
Μᾶρ(κον) Οὔλ(πιον) Καρ(μίνιον) Κλαυδιανόν, ὑὸν Καρ(μινίου) Κλαυδιανοῦ
Ἀσίας ἀρχιερέως, πάππου καὶ προπάππου συν-
κλητικῶν, τειμηθέντα ἐν πολλοῖς [ὑ]πὸ τῶν
5 αὐτοκρατόρων, ἄνδρα Φλ(αουΐας) Ἀπφίας ἀρχιερείας
Ἀσίας, μητρὸς καὶ ἀδελφῆς καὶ μάμμης συνκλη-
τικῶν, φιλοπάτριδος, θυγατρὸς τῆς πόλεως καὶ
Φλ(αουΐου) Ἀθηναγόρου ἐπιτρόπου Σεβαστοῦ, πατρὸς καὶ <πάππου καὶ>
προπάππου συνκλητικῶν, αὐτὸν ἀρχι-
10 <ερέα τῆς Ἀσίας καὶ ἀρχι>ερέως τῆς Ἀσίας ὑόν, πατέρα Καρ(μινίου) Ἀθηναγόρου συν-
κλητικοῦ, πάππον Καρμινίων Ἀθηναγόρου κα̣[ὶ]
Κλαυδιανοῦ καὶ Ἀπφίας καὶ Λειβιανῆς συνκλη-
τικῶν, ἀργυροταμίαν τῆς Ἀσίας, λογιστὴν μετὰ
ὑπατικοὺς δοθέντα τῆς Κυζικηνῶν πόλεως,
15 ἀρχιερέα ταμίαν ἀρχινεοποιὸν ἱερ<έ>α διὰ βίου
θεᾶς Ἀφροδίτης, ᾗ ἀνέθηκεν χρήματα εἰς αἰ[ων]-
ίων ἀναθημάτων κατασκευάς, ἀλλὰ καὶ τὸν <ἱ>ερατι[κὸν]
χρύσεον στέφανον, καὶ τῇ πόλει δὲ μυριάδας δέκα
<ἥ>μισυ ἀναθέντα εἰς αἰωνίων ἔργων κατασκευάς, ἀπὸ
20 ὧν ἤ<δ>η δέδοται εἰς μὲν τὰ θεωρητήρια τοῦ θεάτρου
𐆖 μύρια, καὶ τὸ ἔργον δὲ τοῦτο τὸ τῆς πλατείας ἔ-
ξ ἀμφοτέρων τῶν μερῶν ἐξ ἀρχῆς μέχρι τέλους
ἐκ θεμελίων μέχρι γείσους εὐτυχῶς γέγονε καὶ γε-
νήσεται, καὶ ἐν τῷ Διογενιανῷ δὲ γυμνασίῳ [ἀπ]ὸ ἑ-
25 τέρων ἰδίων χρημάτων τὸ ἀλιπτ<ή>ριον, καὶ τὸν ἐν[τὸς β]ασι-
λικὸν αὐτοῦ καὶ τὰς εἰσόδους καὶ ἐξόδους μετὰ [τ]ῆς
γυναικὸς Ἀπφίας <σ>κου<τ>λ<ώ>σαντα, καὶ τὰ ἀγάλματα πάν-
τα τὰ ἐν τοῖς ἔργοις καὶ τοὺς ἀνδριάντας οἴκο[θ]εν
κατεσκευακότα, καὶ τὰς λευκολίθους παραστά[δ]ας
30 καὶ τὸ κατ’ αυτῶν εἴλημα μετὰ τῆς γλυφῆς αὐτῶν̣ καὶ
τοὺς κείονας μετὰ τῶν βωμο<σ>πειρῶν καὶ κεφαλῶν
κατ<ε>σκευακότα, καὶ τῇ λαμπροτάτῃ δὲ βουλῇ καὶ τῇ ἱε-
ρωτάτῃ γερουσίᾳ ἀνατεθεικότα χρήματα εἰς αἰωνίων
κλήρ<ω>ν διανομάς, καὶ ἄλλας δὲ πολλὰς πολλάκις
35 διανομὰς δεδοκότα τοῖς τε τὴν πόλιν κατοικοῦσιν
πολείταις τοῖς ἐπὶ τῆς χώρας, καὶ ἑτέ[ρ]ας δὲ διανο-
μὰς δεδοκότα πολλάκις τῇ βουλῇ πάσῃ καὶ τῇ γε-
ρουσίᾳ, ἀλλὰ καὶ ἐπιδόσεις πολλάκις ἐν παντὶ καιρῷ πε-
ποιημένον κατὰ τὴν τῆς πόλεως γνώμην πολείταις
40 τε καὶ ξ<έ>νοις,  καὶ ἑλ<ειο>δ<ι>άκτο<υ>ς πολλάκις τεθεικότα
ἐν τῷ καιρῷ τῆς τοῦ Τε<ι>μέλου ποταμοῦ εἰσαγωγῆς,
καὶ πρεσβείας δὲ πολλάκις εὐτυχῶς ἐκτετελεκότα,
[κ]αὶ παρ’ ὅλον τὸν βίον αὐτοῦ εὐεργέτην καὶ φιλόπατριν,
[ἐν ἰ]δίοις ἔργοις ἀνέ[σ]τησεν· προσανατεθεικότα δὲ
45 [πρ]όσφατον κ[αὶ] ἄλλα εἰς τὸ ἔργον 𐆖 ͵ε πρὸς τὸ εἶναι
[δρ]α{ι}χμὰς {²⁶δραχμὰς}²⁶ μυ(ριάδας) ιαʹ. ❦
Search Help
Contact Us