Honorary inscription for Mar(cus) Ul(pius) Car(minius)
Claudianus, responsible for much building, by boule, demos, and
gerousia of Aphrodisias; 22; found at Aphrodisias: *CIG 2782 +
p. 1112; Ziebarth, ZVRW 16, 1903, 292, no. 64; Liermann 73-86,
no. 14 (non vidi); Laum, no. 108; **Derenne, AC 2, 1933, 74 (l.
27); BE 1939:358; **BE 1972:475 (p. 183) (ll. 25-26); **Macro,
AJP 100, 1979, 94-98 (ll. 9-10); SEG 29, 1068; BE 1980:472;
AnnEpig 1980, 865.
[ ]
CIG 2782 + p. 1112
1 | ἡ βουλὴ καὶ ὁ δῆμος ὁ Ἀφροδισιέων καὶ ἡ γερουσία |
Μᾶρ(κον) Οὔλ(πιον) Καρ(μίνιον) Κλαυδιανόν, ὑὸν Καρ(μινίου) Κλαυδιανοῦ | |
Ἀσίας ἀρχιερέως, πάππου καὶ προπάππου συν- | |
κλητικῶν, τειμηθέντα ἐν πολλοῖς [ὑ]πὸ τῶν | |
5 | αὐτοκρατόρων, ἄνδρα Φλ(αουΐας) Ἀπφίας ἀρχιερείας |
Ἀσίας, μητρὸς καὶ ἀδελφῆς καὶ μάμμης συνκλη- | |
τικῶν, φιλοπάτριδος, θυγατρὸς τῆς πόλεως καὶ | |
Φλ(αουΐου) Ἀθηναγόρου ἐπιτρόπου Σεβαστοῦ, πατρὸς καὶ <πάππου καὶ> | |
προπάππου συνκλητικῶν, αὐτὸν ἀρχι- | |
10 | <ερέα τῆς Ἀσίας καὶ ἀρχι>ερέως τῆς Ἀσίας ὑόν, πατέρα Καρ(μινίου) Ἀθηναγόρου συν- |
κλητικοῦ, πάππον Καρμινίων Ἀθηναγόρου κα̣[ὶ] | |
Κλαυδιανοῦ καὶ Ἀπφίας καὶ Λειβιανῆς συνκλη- | |
τικῶν, ἀργυροταμίαν τῆς Ἀσίας, λογιστὴν μετὰ | |
ὑπατικοὺς δοθέντα τῆς Κυζικηνῶν πόλεως, | |
15 | ἀρχιερέα ταμίαν ἀρχινεοποιὸν ἱερ<έ>α διὰ βίου |
θεᾶς Ἀφροδίτης, ᾗ ἀνέθηκεν χρήματα εἰς αἰ[ων]- | |
ίων ἀναθημάτων κατασκευάς, ἀλλὰ καὶ τὸν <ἱ>ερατι[κὸν] | |
χρύσεον στέφανον, καὶ τῇ πόλει δὲ μυριάδας δέκα | |
<ἥ>μισυ ἀναθέντα εἰς αἰωνίων ἔργων κατασκευάς, ἀπὸ | |
20 | ὧν ἤ<δ>η δέδοται εἰς μὲν τὰ θεωρητήρια τοῦ θεάτρου |
𐆖 μύρια, καὶ τὸ ἔργον δὲ τοῦτο τὸ τῆς πλατείας ἔ- | |
ξ ἀμφοτέρων τῶν μερῶν ἐξ ἀρχῆς μέχρι τέλους | |
ἐκ θεμελίων μέχρι γείσους εὐτυχῶς γέγονε καὶ γε- | |
νήσεται, καὶ ἐν τῷ Διογενιανῷ δὲ γυμνασίῳ [ἀπ]ὸ ἑ- | |
25 | τέρων ἰδίων χρημάτων τὸ ἀλιπτ<ή>ριον, καὶ τὸν ἐν[τὸς β]ασι- |
λικὸν αὐτοῦ καὶ τὰς εἰσόδους καὶ ἐξόδους μετὰ [τ]ῆς | |
γυναικὸς Ἀπφίας <σ>κου<τ>λ<ώ>σαντα, καὶ τὰ ἀγάλματα πάν- | |
τα τὰ ἐν τοῖς ἔργοις καὶ τοὺς ἀνδριάντας οἴκο[θ]εν | |
κατεσκευακότα, καὶ τὰς λευκολίθους παραστά[δ]ας | |
30 | καὶ τὸ κατ’ αυτῶν εἴλημα μετὰ τῆς γλυφῆς αὐτῶν̣ καὶ |
τοὺς κείονας μετὰ τῶν βωμο<σ>πειρῶν καὶ κεφαλῶν | |
κατ<ε>σκευακότα, καὶ τῇ λαμπροτάτῃ δὲ βουλῇ καὶ τῇ ἱε- | |
ρωτάτῃ γερουσίᾳ ἀνατεθεικότα χρήματα εἰς αἰωνίων | |
κλήρ<ω>ν διανομάς, καὶ ἄλλας δὲ πολλὰς πολλάκις | |
35 | διανομὰς δεδοκότα τοῖς τε τὴν πόλιν κατοικοῦσιν |
πολείταις τοῖς ἐπὶ τῆς χώρας, καὶ ἑτέ[ρ]ας δὲ διανο- | |
μὰς δεδοκότα πολλάκις τῇ βουλῇ πάσῃ καὶ τῇ γε- | |
ρουσίᾳ, ἀλλὰ καὶ ἐπιδόσεις πολλάκις ἐν παντὶ καιρῷ πε- | |
ποιημένον κατὰ τὴν τῆς πόλεως γνώμην πολείταις | |
40 | τε καὶ ξ<έ>νοις, καὶ ἑλ<ειο>δ<ι>άκτο<υ>ς πολλάκις τεθεικότα |
ἐν τῷ καιρῷ τῆς τοῦ Τε<ι>μέλου ποταμοῦ εἰσαγωγῆς, | |
καὶ πρεσβείας δὲ πολλάκις εὐτυχῶς ἐκτετελεκότα, | |
[κ]αὶ παρ’ ὅλον τὸν βίον αὐτοῦ εὐεργέτην καὶ φιλόπατριν, | |
[ἐν ἰ]δίοις ἔργοις ἀνέ[σ]τησεν· προσανατεθεικότα δὲ | |
45 | [πρ]όσφατον κ[αὶ] ἄλλα εἰς τὸ ἔργον 𐆖 ͵ε πρὸς τὸ εἶναι |
[δρ]α{ι}χμὰς {²⁶δραχμὰς}²⁶ μυ(ριάδας) ιαʹ. ❦ |