Honorary inscription for Adrastos Neikoteimou by neoi, on
marble base; imperial; found at Aphrodisias: Leake, TRSL 1843,
235 and 290-291, no. 6; LW 1602a; Liermann 101-102, no. 19 (non
vidi); Reinach, REG 19, 1906, 113-114, no. 33; *MAMA 8, no. 484
(PH).
[ ]
MAMA VIII, no. 484
1 | οἱ νέοι |
[ἐτεί]μ̣ησαν ταῖς καλλίσταις | |
καὶ μεγίσταις καὶ πρώταις τειμαῖς | |
Ἄδραστον Νεικοτείμου τοῦ | |
5 | Ἀρτεμιδώρου τοῦ Ζήνωνος Ἱέρακος, |
υἱὸν νέων, ἄνδρα μέγαν φιλόπατριν | |
καὶ φιλοπολείτην καὶ εὐεργέτην καὶ | |
κτίστην γεγονότα διὰ προγόνων | |
τοῦ δήμου, ἀρχιερατεύσαντα τῶν | |
10 | Σεβαστῶν, γυμνασιαρχήσαντα δὶς |
δρακτοῖς ἐλαίοις ἐπιρύτοις ἀνελ̣- | |
λιπῶς, στεφανηφορήσαντα δίς, | |
ἀγωνοθετήσαντα τρίς, ἀγορ[α]- | |
ν̣ομήσαντα τετράκις, κτίστην, | |
15 | π̣ρεσβεύσαντα πλεονάκις ὑπὲρ |
[τ]ῆς πατρίδος, γενόμενον ἔκδι- | |
κ̣ον δημοσίων πραγμάτων, πε- | |
ποιημένον ἑστιάσεις καὶ ἐπιδό- | |
σεις ἐκ τῶν ἰδίων πολυτελεῖς διά | |
20 | τε τὴν πρὸς τὴν πατρίδα διηνεκῆ |
εὔνοιαν καὶ διὰ τὴν πρὸς τοὺς̣ νέ- | |
ους φιλάγαθον διάθεσιν ζῶντα | |
vacat πρὸς ὑπόδειγμα ἀρετῆς· | |
[τ]ὴν δὲ ἀνάθεσιν τοῦ ἀγάλματος [πε]- | |
25 | [π]οιῆσθαι τοὺς νέους ἐκ τῶν ἰδίων ἐπι- |
μεληθέντος Ἑρμογένους το[ῦ] Ὑψικ̣λέους | |
φύσε[ι] δὲ Ἑρμοῦ τοῦ γραμματέ̣ω̣ς τῶν | |
νέων ἐργεπιστατήσαντος Παν̣φίλου | |
vacat τοῦ Ἀρτέμωνος Κροκίωνος. |