Dedication to Zeus Philios, Homonoia, and Thea Rome, by
demoi of Plarasa/Aphrodisias, Kibyra, and Tabai, on occasion of
swearing of alliance, with curse for violations; II/Ib; found at
Aphrodisias: *Reynolds, Aphrodisias & Rome, doc. 1 (PH); SEG 32,
1097; BE 1983:362; BE 1984:406; **Hendriks, EA 3, 1984, 33-34
(ll. 7-8); BE 1984:408; SEG 37, 844.
[ ]
Reynolds, Aphr.&Rome 1
1 | Διῒ Φιλίωι καὶ Ὁμονοίαι κα[ὶ] |
Θεᾶι Ῥώμηι οἱ δῆμοι οἵ τε [v] | |
Πλαρασέων καὶ Ἀφροδισ̣[ι]- | |
έων καὶ ὁ Κιβυρατῶν καὶ ὁ Τα̣- | |
5 | βηνῶν ποιησάμενοι καὶ ὅρκι[α] |
καθ’ ἱερῶν νεοκαύτων καὶ σφ[ά]- | |
[για] ὑ̣πὲρ τῆς πρὸς ἀλλήλους ο[ὔσ]- | |
[ης] συμμαχίας καὶ ὁμονοίας̣ | |
[αἰ]ωνίου καὶ ἀδελφότητος κα̣[ὶ] | |
10 | [ὑ]π̣ὲρ τοῦ μηθὲν ὑ̣<π>εναντίον |
[π]ράξειν μήτε Ῥωμαίοις μήτ[ε] | |
α̣ὑ̣τοῖς καὶ μήτε τινὰ γράψαι, μ̣[ή]- | |
τε εἰπεῖν, μήτε εἰσαγγεῖλα[ι, μή]- | |
τε ἀναγράψαι κατὰ τῶν ἐν το[ῖς] | |
15 | ὅρκοις ἀναγεγραμμένων [v2?] |
τὸν δὲ πράξαντά τι κατὰ τούτ[ων] | |
ἐξώλη εἶναι, καὶ αὐτόν, καὶ γε[νε]- | |
άν, καὶ ἔνοχον εἶναι θανάτῳ, καὶ [εὐ]- | |
θύνεσθαι ὑπὸ τοῦ βουλομέν[ου] | |
20 | καὶ κατὰ τὰς κοινὰς συνθήκα̣[ς,] |
ἀγαθὰ δὲ ἀλλήλοις ὅσα ἂν δ[υ]- | |
νατὸν ἦι συνπράξειν ἀπροφασί[σ]- | |
τως καὶ τὰ συνωμολογημένα τη[ρ]- | |
[ή]σ̣ειν vacat. |