First foundation document by [Attalos] Adrastos, with dedication of money to Thea Aphrodite and promise to build thyepoleion; AD 117/138; found at Aphrodisias: Reinach, REG 19, 1906, 231-243, no.’s 138-141.a-c; BE 1956:277; Laum, no. 102.1-3; Robert, La Carie II 232-234, no. 148; BE 1955:200; *MAMA 8, no. 413.a-c (PH); BE 1966:385.  
[ ] MAMA 8, no. 413a-c
a.0 [—]
[Ἄτταλος] Ἀ̣[δ]ράστ̣ου̣
[τοῦ Νεικ]ο̣τίμου τοῦ Ἀ[ρ]-
[τεμιδ]ώρου τοῦ Ζήνω̣-
[νος Ἱέ]ρ̣ακος Ἄδραστος
5 [ἱερεὺς δ]ιὰ βίου θεοῦ Ἡ-
[ρακλέους] φυλῆς Ῥωμαΐδος
[εὐσεβῶς] ἔχων πρὸς τὴν
[προεστ]ῶ̣σαν τῆς πόλε-
[ως ἡμ]ῶ̣ν ἐπιφανεστά-
10 [την θ]εὰν Ἀφροδίτην κα[ὶ]
[φιλ]οτείμως πρὸς τὴν πα-
τρίδα καθὼς καὶ μέχρι νῦν
ἐν πᾶσιν δέδεικχα τήν τε
εὐσέβειαν τὴν ἐμὴν καὶ
15 πρὸς τὴν πατρίδα εὔνοιαν
ἔν τε λιτουργίαις καὶ ταῖς
ἄλλαις ὑπηρεσίαις ἀμεμ-
φῶς ὑπ’ ἐμοῦ πεπραγμένα[ις]
[ἀ]νατίθημι τῇ ἐπιφανεστ̣[ά]-
20 [τ]ῃ θεᾷ Ἀφροδίτῃ δηναρίω[ν]
[μ]υριάδας ιβʹ κα[ὶ 𐆖] ͵β  πρ̣[ὸς]
[τὸ —]
b.0 [— μηδενὶ]
[ἐξέστω μήτε ἄρχοντι μήτε γραμ]-
[ματε]ῖ μή[τε] ἰδιώτῃ μήτε μέ[ρος]
[μή]τ̣ε πᾶν μήτε ἀρχαίου μήτε [τό]-
[κο]υ μεταγαγεῖν ἢ μεταπολογ[ί]-
5 σασθαι μηδὲ εἰς ἕτερον χρήσα[σ]-
[θ]αι μηδὲν μήτε ψηφοφορίᾳ [ἰ]δίᾳ
συντάσσοντι μήτε ψηφίσμα[τι μή]-
τε δι’ ἐπιστολῆς μήτε διὰ δόγμ[α]-
τος μήτε διὰ ἀπογραφῆς ἢ ὀχλ[ι]-
κῆς καταβαρήσεως μηδὲ ἄλλ[ῳ]
10 τρόπῳ μηδενὶ ἢ εἰς μόνην τα[ύ]-
[τ]ην τὴν ὑπ’ ἐμοῦ γεγραμμένην [δι]-
αταγήν, ἐπὶ ὁ ἐπιχιρήσας πα̣[ρὰ ταῦ]-
[τ]ά τι ποιῆσαι ἔνοχος ἔστω τῇ [εἰς]
τὴν θεὸν ἀσεβείᾳ καὶ ἀποτισά[τω]
15 θεᾷ Ἀφροδίτῃ καὶ τῷ δήμῳ τῷ [Ῥω]-
μαίῳ δεκαπλοῦν ὃ ἐπεχείρησ[ε]
μ̣εταθεῖναι καὶ μηδὲν ἔλασσο[ν]
κύρια ἔστω τὰ ἐπὶ τοῖς ὑπ’ ἐμοῦ ἀ-
νατεθειμένοις διατεταγμέν[α·]
20 τὴν δὲ ὑπηρεσίαν καὶ ἐπιμέλε-
[ι]αν τῶν ἐν τῷ θυηπολείῳ βού[λο]-
[μ]αι ποιεῖσθαι εἰς τὸ διηνεκὲς [Ὀ]-
νήσιμον τὸν ἀπελεύθερόν μο[υ,]
[ὃ]ν καὶ βούλομαι καθ’ ἑκάστην ἡ-
25 [μ]έραν λαμβάνειν παρὰ τοῦ ἐ[πι]-
[μηνι]εύοντος ἀπὸ τῶν τριάκο[ντα]
[δηναρίων —]
c.1 [μυρ]ίων 𐆖 δηναρίων δισχειλίω[ν οἷς γίνεται τόκο]υ̣ μέχρι μ̣[ηνὸς Ἀπε]λλαίου
τριακάδος τοῦ ἐνεστῶτος 𐆖 χεί̣λ̣[ια δια]κόσια ἐπὶ ὑπο[θή]καις χώραις
δυσὶν ταῖς οὔσαις ἐν Ἀπολλωνίᾳ μιᾷ μὲν τῇ λεγομένῃ [—]αστίωνος ἑτέ-
ρᾳ δὲ τῇ λεγομένῃ πρὸς τῇ Παπαρίωνος καὶ ἐγγύῳ Διο̣δώρῳ Μουσαίου τοῦ
5 Διοδόρου Ἀπολλωνιάτῃ ἄλλον διπλοῦν δανείου δεδανισμένου ὑπ’ ἐ-
μοῦ Διοδώρῳ Μουσαίου τοῦ Διοδώρου Ἀπολλωνιάτῃ ἀπὸ Σαλβάκης ἀρχαίων
𐆖 μυρίων οἷς γίνεται τόκου μέχρι τῆς αὐτῆς προθεσ̣μ̣ίας 𐆖 δισχείλια τε-
τρακόσια πεντήκοντα ἐπὶ ὑποθήκαις ἀγρῷ τῷ ὄντι ἐν τοῖς Ἀπολλωνιατῶν
ὅροις τόπῳ καλουμένῳ Μαγείρου Αὐλῇ καὶ ἐπὶ ἐγγύῳ Τυδεῖ Τυδέως τοῦ Ἀττά-
10 λου ἄλλον διπλοῦν δανείου δεδανισμένου ὑπ’ ἐμοῦ Διοδώρῳ Μουσαίου
τῷ αὐτῷ ἀρχαίων 𐆖 μυρίων οἷς γίνονται τόκου μέχρι μηνὸς Ἀπελλαίου τρια-
κάδος τοῦ ἐνεστῶτος 𐆖 δισχείλια τετρακόσια πεντήκοντα ἐπὶ ὑποθήκαις
κλήροις τρισὶν σπόρου κύπρων διακοσίων τεσσεράκοντα τοῖς οὖσιν ἐν Ἀπολ-
λωνίᾳ λεγομένοις Ἀλλιανοῖς καὶ ἐπὶ ἐγγύο̣[ι]ς Ποπλίῳ Ἀλβίῳ Ἀτειμήτῳ καὶ Ἀπολ-
15 λωνίῳ Παπίου τρὶς τοῦ Ἀρτεμιδώρου Ἀπολ[λ]ωνιάταις ἄλλον διπλοῦν δανείου
δεδανισμένου ὑπ’ ἐμοῦ Ποπλίῳ Ἀλβίῳ [Ἀτει]μήτῳ Ἀπολλωνιάτῃ ἀπὸ Σαλβάκης
ἀρχαίων 𐆖 τετρακισχειλίων πεντακοσί̣ω̣ν οἷς γίνεται τόκου μέχρι μηνὸς Ἀπελ-
λαίου τριακάδος τοῦ ἐνεστῶτος 𐆖 [χεί]λια ἑκατὸν δύο ἐπὶ ὑποθήκαις χώρᾳ τῇ
οὔσῃ ἐν Ἀπολλωνίᾳ ἐν τῷ λεγομέ[νῳ] Χ̣ρηστῇ Ἅλῳ καὶ Βοῶν τῇ λεγομένῃ Κλήρῳ
20 σπόρου κύπρων ἑξξήκοντα πέντε κ̣[α]ὶ ἄλλῃ χώρᾳ τῇ οὔσῃ ἐν Ἀπολλωνίᾳ τόπῳ λε-
γομένῳ Λειβου σπόρου κύπρων τ̣εσ[σ]εράκοντα καὶ ἐπὶ ἐγγύοις Διοδώρῳ Μου-
σαίου τοῦ Διοδώρου καὶ Δαμᾷ Ἀγαθόποδος ἄλλον διπλοῦν δανείου δεδανισ-
μένου ὑπ’ ἐμοῦ Ποπλίῳ Ἀλβίῳ Ἀτειμήτῳ τῷ αὐτῷ ἀρχαίω<ν> 𐆖 χειλίων πεντακοσίων
οἷς γίνεται τόκου μέχρι μ[ην]ὸς Ἀπελλαίου τοῦ ἐνεστῶτος 𐆖 τριακόσια ἑξήκον-
25 τα ἑπτὰ ἥμισυ ἐπὶ ὑποθήκῃ χώρᾳ τῇ οὔσῃ ἐν ὅροις Ἀπολλωνιατῶν λεγομένῃ
Τελεσειτίδι καὶ Δειβου Ἅλῳ σπόρου κ̣[ύ]πρων δεκάπεντε καὶ αὐλῇ καὶ οἰκίᾳ τῇ
οὔσῃ ἐν Ἀπολλωνίᾳ ἐν τῇ πόλει, καὶ ἐπὶ ἐγγύῳ Τυδεῖ Τυδέως τοῦ Ἀττάλου
Ἀπολλωνιάτῃ ἄλλον διπλοῦν δαν[εί]ο̣υ δαν[ισθ]έ̣ντος ὑπ’ ἐμοῦ Γαΐῳ Ἰουλίῳ Γα-
[ΐου ․․․․․․․․․․․․․․c.32․․․․․․․․․․․․․․]ω ἀρχαίων τρισχιλίων
Search Help