Testament of Attalos Adrastos; imperial; found at
Aphrodisias: *Reinach, REG 19, 1906, 243-248, no. 142.
[ ]
REG 19, 1906, 243-48, no. 142
1 | [—] |
[— κα]ταλέλοιπα αὐτῇ γυμνασιαρχικὰ χρήματα [—] | |
[πρὸς τὸ? ἔλαιο]ν ὑπηρετεῖν εἰς τὰς ἐξ ἐπιδόσεως γυμνασιαρχίας [καὶ?] | |
[τὰ]ς λοιπὰς ζῶν μυριάδας ὑπεσχόμην καὶ ἀνέθηκα δέκα δύο, δη[νάρια] | |
5 | διακόσια ἑξήκοντα, πρὸς τὸ τὸν κύκλον τοῦτον ἐκ τῶν ἐμῶν ὑποσχέσε- |
ων τῇ ἐμῇ φιλοτειμίᾳ αὐξηθῆναι καὶ ἀνελλιπῶς ἀλείφεσθαι τοὺς πο- | |
[λ]είτας καὶ εὐχερέστερον εὑρίσκεσθαι τοὺς ὑπηρετοῦντ<α>ς ἐλαιῶνας. | |
ἐπεὶ δὲ καὶ γράφοντί μοι τὴν διαθήκην ἔδοξέ μοι πλεῖον καταλιπεῖν εἰ[ς] | |
[τὰ]ς αἰωνίους καὶ διηνεκεῖς ἐπιτελουμένας γυμνασιαρχίας καὶ εἰς τὰ ἄ- | |
10 | [ν]ω μέρη τῆς διαθήκης περὶ τὴν ποσότητα ὑπεργραφαὶ γεγόνασιν, φανερὸ[ν] |
[π]οιῶ καὶ ἐπὶ τέλει τῆς διαθήκης, ὅτι καταλέλοιπα καὶ διὰ τῆς διαθήκης εἰς | |
τὰς αἰωνίους γυμνασιαρχίας καὶ στεφανηφορίας μυριάδας δέκα τέσσαρας κα[ὶ] | |
δηνάρια τρισχίλια ἐνακόσια δέκα τέσσαρα, ὥστε εἶναι ὁμοῦ ἅς τε ζῶν ἀνέθη- | |
[κ]α διμερῶς ἐν ἀρχῇ μὲν τοῦ νόμου κυρουμένου ὑποσχέσεων γινομένων | |
15 | [κ]αὶ ἐγὼ ὑπεσχόμην, μυριάδας <δ>ύο, καὶ πάλιν ἀνέθηκα μυριάδας δέκα καὶ δηνά- |
[ρ]ια διακόσια ἑξήκοντα, καὶ ἃς διὰ τῆς διαθήκης καταλέλοιπα, τὰς πάσας γυμνα- | |
σιαρχικὰς μυριάδας εἴκοσι ἕξ, δηνάρια τετρακισχίλια ἑκατὸν ἑβδομήκο[ν]- | |
τα ἐννέα. ἐπὶ στεφανηφόρου Ποπλίας Αἰλίας Ἀδράστου θυγατρὸς Ἀτταλίδος Σα- | |
βείνης τὸ δεύτ<ε>ρον, μηνὸς Κλαυδιήου, Ἄτταλος Ἀδράστου τοῦ Νικοτίμου | |
20 | τοῦ Ἀρτεμιδώρου τοῦ Ζήνωνος Ἱέρακος Ἄδραστος, ἱερεὺς θεοῦ Ἡρακλέου[ς,] |
φυλῆς Ῥωμαΐδος, γεγραπφὼς ἐν τῇ διαθήκῃ δηλῶ καὶ τῷ πιττακίῳ τ[ῷ] | |
ἐνειλημ[μ]ένῳ ἐν τῇ διαθήκῃ τὰς δανε<ι>ακὰς ἀσφαλείας καὶ τὴν ποσότητα το[ῦ] | |
ἀργυρίου οὗ καταλέλοιπα διὰ τῆς διαθήκης τῇ γλυκυτάτῃ μου πατρίδι εἰς | |
τὰς αἰωνίους γυμνασιαρχίας καὶ στεφανηφορίας καὶ ὅσα τῇ βουλ<ῇ> καὶ τῇ γε- | |
25 | ρουσίᾳ καταλέλοιπα δηλῶ καὶ φανερὸν ποιῶ καὶ διὰ τούτου τοῦ πιττακίου γρά- |
ψας τῇ ἐμαυτοῦ χειρὶ ᾗ καὶ τὴν διαθήκην γέγραπφα τὰ ὀνόματα τῶν χρεωστῶν | |
καὶ τί ἕκαστος αὐτῶν ὀφείλει ἀρχαίου καὶ τόκου, καὶ ἐστὶν καθὼς ὑπογέγραπται. | |
[Μᾶ]ρκος Ἀν[τώνιος] Ἀπελλᾶς Δομετεῖνος ὀφείλει μοι διὰ τοῦ χρεοφυλακίου δηνά- | |
[ρια ἐ]νακι[σχίλια διακό]σια καὶ τὰ τοῦ τόκου μηνὸς ἑνὸς δηνάρια τεσσεράκοντα ἕξ | |
30 | [—]ναδ[—]ν τόκον ὀκτασσαριαῖον, διὰ τὸ εἶ[ναι αὐ]τὸν τ[— δα]- |
[νει]σμοῦ [—] Τιβερίου Κλαυδ[ίου —] |