Testament of Attalos Adrastos; imperial; found at Aphrodisias: *Reinach, REG 19, 1906, 243-248, no. 142.  
[ ] REG 19, 1906, 243-48, no. 142
1 [—]
[— κα]ταλέλοιπα αὐτῇ γυμνασιαρχικὰ χρήματα [—]
[πρὸς τὸ? ἔλαιο]ν ὑπηρετεῖν εἰς τὰς ἐξ ἐπιδόσεως γυμνασιαρχίας [καὶ?]
[τὰ]ς λοιπὰς ζῶν μυριάδας ὑπεσχόμην καὶ ἀνέθηκα δέκα δύο, δη[νάρια]
5 διακόσια ἑξήκοντα, πρὸς τὸ τὸν κύκλον τοῦτον ἐκ τῶν ἐμῶν ὑποσχέσε-
ων τῇ ἐμῇ φιλοτειμίᾳ αὐξηθῆναι καὶ ἀνελλιπῶς ἀλείφεσθαι τοὺς πο-
[λ]είτας καὶ εὐχερέστερον εὑρίσκεσθαι τοὺς ὑπηρετοῦντ<α>ς ἐλαιῶνας.
ἐπεὶ δὲ καὶ γράφοντί μοι τὴν διαθήκην ἔδοξέ μοι πλεῖον καταλιπεῖν εἰ[ς]
[τὰ]ς αἰωνίους καὶ διηνεκεῖς ἐπιτελουμένας γυμνασιαρχίας καὶ εἰς τὰ ἄ-
10 [ν]ω μέρη τῆς διαθήκης περὶ τὴν ποσότητα ὑπεργραφαὶ γεγόνασιν, φανερὸ[ν]
[π]οιῶ καὶ ἐπὶ τέλει τῆς διαθήκης, ὅτι καταλέλοιπα καὶ διὰ τῆς διαθήκης εἰς
τὰς αἰωνίους γυμνασιαρχίας καὶ στεφανηφορίας μυριάδας δέκα τέσσαρας κα[ὶ]
δηνάρια τρισχίλια ἐνακόσια δέκα τέσσαρα, ὥστε εἶναι ὁμοῦ ἅς τε ζῶν ἀνέθη-
[κ]α διμερῶς ἐν ἀρχῇ μὲν τοῦ νόμου κυρουμένου ὑποσχέσεων γινομένων
15 [κ]αὶ ἐγὼ ὑπεσχόμην, μυριάδας <δ>ύο, καὶ πάλιν ἀνέθηκα μυριάδας δέκα καὶ δηνά-
[ρ]ια διακόσια ἑξήκοντα, καὶ ἃς διὰ τῆς διαθήκης καταλέλοιπα, τὰς πάσας γυμνα-
σιαρχικὰς μυριάδας εἴκοσι ἕξ, δηνάρια τετρακισχίλια ἑκατὸν ἑβδομήκο[ν]-
τα ἐννέα.  ἐπὶ στεφανηφόρου Ποπλίας Αἰλίας Ἀδράστου θυγατρὸς Ἀτταλίδος Σα-
βείνης τὸ δεύτ<ε>ρον, μηνὸς Κλαυδιήου, Ἄτταλος Ἀδράστου τοῦ Νικοτίμου
20 τοῦ Ἀρτεμιδώρου τοῦ Ζήνωνος Ἱέρακος Ἄδραστος, ἱερεὺς θεοῦ Ἡρακλέου[ς,]
φυλῆς Ῥωμαΐδος, γεγραπφὼς ἐν τῇ διαθήκῃ δηλῶ καὶ τῷ πιττακίῳ τ[ῷ]
ἐνειλημ[μ]ένῳ ἐν τῇ διαθήκῃ τὰς δανε<ι>ακὰς ἀσφαλείας καὶ τὴν ποσότητα το[ῦ]
ἀργυρίου οὗ καταλέλοιπα διὰ τῆς διαθήκης τῇ γλυκυτάτῃ μου πατρίδι εἰς
τὰς αἰωνίους γυμνασιαρχίας καὶ στεφανηφορίας καὶ ὅσα τῇ βουλ<ῇ> καὶ τῇ γε-
25 ρουσίᾳ καταλέλοιπα δηλῶ καὶ φανερὸν ποιῶ καὶ διὰ τούτου τοῦ πιττακίου γρά-
ψας τῇ ἐμαυτοῦ χειρὶ ᾗ καὶ τὴν διαθήκην γέγραπφα τὰ ὀνόματα τῶν χρεωστῶν
καὶ τί ἕκαστος αὐτῶν ὀφείλει ἀρχαίου καὶ τόκου, καὶ ἐστὶν καθὼς ὑπογέγραπται.
[Μᾶ]ρκος Ἀν[τώνιος] Ἀπελλᾶς Δομετεῖνος ὀφείλει μοι διὰ τοῦ χρεοφυλακίου δηνά-
[ρια ἐ]νακι[σχίλια διακό]σια καὶ τὰ τοῦ τόκου μηνὸς ἑνὸς δηνάρια τεσσεράκοντα ἕξ
30 [—]ναδ[—]ν τόκον ὀκτασσαριαῖον, διὰ τὸ εἶ[ναι αὐ]τὸν τ[— δα]-
[νει]σμοῦ [—] Τιβερίου Κλαυδ[ίου —]
Search Help
Contact Us