Letter of proconsul [Sulpicius Priscus] to polis (of
Aphrodisias) concerning proposed visit; AD 222/235; found at
Aphrodisias: Reinach,REG 19, 1906, 84-87, no. 5; Abbott &
Johnson, no. 137; Robert, Et. anat. 303; *Reynolds, Aphrodisias
& Rome, doc. 48; SEG 32, 1097; BE 1983:391.
[ ]
Reynolds, Aphr.&Rome 48
1 | [․]ΚΕ[—] |
[․ εὐτ]υχεῖς· δηλ[αδὴ ἀ]κόλουθόν ἐσ[τι] | |
[τ]ὰς πόλεις τὰς καθωσιωμένας | |
[τ]ῇ μεγάλῃ αὐτοῦ Τύχῃ φιλεῖν τε | |
5 | καὶ τειμᾶν ὅπερ με ποιεῖν ἡδέως |
κ[α]ὶ αὐτοὶ ἴστε ἐξαιρέτως δὲ τὰς τει- | |
μηθείσας τῇ ἐλευθερίᾳ ὑπὸ τῶν προ- | |
γόνων τοῦ κυρίου ἡμῶν αὐτοκράτορο[ς] | |
<⁶¹>⁶¹[⁵¹[Ἀλεξάνδρου]]⁵¹ βεβαιοῦντος αὐτο[ῦ] | |
10 | [αὐτ]ὴν καὶ αὔξοντος τὰ δίκαια οἷ[ς] |
[εὐθυ]μεῖσθε καὶ ἡδέως ἐλεύσομα[ι] | |
[πρὸς] ὑμᾶς ἐπιδημήσω ἐν τῇ λαμ- | |
[προτ]άτῃ πόλει ὑμῶν καὶ τῇ πατρίῳ ὑμῶν | |
[θεᾷ] θύσω ὑπέρ τε τῆς σωτηρίας καὶ αἰω- | |
15 | [ν]ίου διαμονῆς τοῦ τε κυρίου ἡμῶν αὐ- |
τοκράτορος <⁶¹>⁶¹[⁵¹[Ἀλεξάνδρου]]⁵¹ καὶ τῆς κυρ- | |
[ίας] ἡμῶν Σεβαστῆς <⁶¹>⁶¹[⁵¹[Μαμαίας]]⁵¹ μητρὸς | |
τοῦ κυρίου ἡμῶν καὶ στρατοπέδων | |
εἰ μήτε νόμος τῆς πόλεως ὑμῶν | |
20 | [μ]ήτε δόγμα συνκλήτου μήτε διάτα- |
ξις μήτε θεία ἐπιστολὴ κωλύει τὸν | |
[ἀ]νθύπατον ἐπιδημεῖν τῇ πόλει [ὑμῶν.] | |
[ε]ἰ γάρ τι κωλύει τῶν προγεγρα[μμένων,] | |
θύων ὡς ἔθος μοί ἐστιν τοῖς [ἄλλοις] | |
25 | [θε]οῖς ὑπέρ τε τῆς τύχης κα[ὶ σωτηρίας] |
[κ]αὶ αἰωνίου διαμονῆς τοῦ κυ[ρίου ἡμῶν] | |
αὐτοκράτορος <⁶¹>⁶¹[⁵¹[Ἀλεξάνδρου]]⁵¹ [καὶ τῆς] | |
μητρὸς αὐτοῦ <⁶¹>⁶¹[⁵¹[Μαμαίας]]⁵¹ Σεβαστῆ[ς κυρίας] | |
δὲ ἡμῶν καὶ τὴν πάτριον ὑμῶν [θεὰν ἐπι]- | |
30 | [κ]αλέσομαι. ταῦτα δὲ ἀπεκρι[νάμην] |
vacat τοῖς πρώτοις τῆς λαμπροτ[άτης] | |
vacat ὑμῶν πόλεως vacat· | |
[ἐρρῶσ]θαι ὑμᾶς εὔχομαι vacat. |