Letter of Marcus Ulpius Apuleius Eurykles, archiereus of naoi in Smyrna for second time, to archontes, boule, and demos of Aphrodis[ia]s concerning agon of Flavius Lysimachos and other agones; AD 180/190; found at Aphrodisias: Texier, As. Min. iii 157; CIG 2741; Ziebarth, ZVRW 16, 1903, 293, no. 65; OGIS 509; Liermann 114-115, no. 20 (non vidi); Laum, no. 103 (part); Pickard-Cambridge, Dramatic Festivals2 320, no. 16a; *Reynolds, Aphrodisias & Rome, doc. 57; SEG 32, 1097; BE 1983:392.  
[ ] Reynolds, Aphr.&Rome 57
1 vacat ἀγαθῇ τύχῃ·
Μᾶρκος Οὔλπιος Ἀππουλήϊος Εὐρυκλῆς ἀρχιερεὺς Ἀσίας ἀποδεδει[γ]μένο[ς]
ναῶν {ΚΑΙ} τῶν ἐν Σμύρνῃ τ<ὸ> βʹ Ἀφροδισ[ι]έων ἄρχουσι βουλῇ δήμῳ χαίρε[ι]ν·
βουληθέντων ὑμῶν πρόνοιαν ποιήσασθαί με καὶ τῶν κατὰ τοὺς ἀγῶνας
5 διά τε τὴν πρὸς τὸν μέγιστον αὐτοκράτορα εὐσέβειαν Μᾶρκον Αὐρήλιον
Κόμοδον Ἀντωνῖνον Σεβαστόν, καὶ διὰ τὴν πρὸς τοὺς διαθεμένους
μνήμην καὶ διὰ τὴν τῆς πόλεως δό<ξ>αν, ἤδη καὶ τῶν ἀπὸ τῆς συνόδου π[ολ]-
λάκις ἐντυχόντων μοι, οὐδὲ τοῦτο τὸ μέρος κατέλιπον ἀδιάκριτον
ἑπόμενος τῇ κατὰ τὴν λογιστείαν τά<ξ>ε[ι] καὶ προθυμίᾳ μέχρι νῦν τῆς περὶ
10 τοὺς ἀγῶνας καταστάσεως ἐνλειπούσης διὰ τὴν τῶν χρημάτων πα-
ρασκευὴν ὀφειλόντων συ[ναυξ]ηθῆναι κατά τε τὰς τῶν τελευτησάν-
των γνώμας καὶ κατὰ τὸ ἀξί<ω>μα τοῦ πόρου ἀφ’ οὗ <χ>ρὴ τοὺς ἀγῶνα[ς] ἐπιτελεῖσθαι
ἀγὼν μὲν δὴ ὁ ἐκ τῶν Φλαβίου Λυσιμάχου διαθηκῶν προελήλυ-
θεν εἰς ἀρχείου πόρου μυριάδας δ<ώ>δεκα ὡς δύνασθαι ἀπὸ τού-
15 των παρὰ ἔτη τέσσαρα πληροῦσθαι μ<ο>υσικὸν ἀγῶνα καθὰ τῷ
διαθεμέν<ῳ> ἔδοξεν.  αἱ δὲ μετὰ τὰς δ<ώ>δεκα μυριάδας <ο>ὖσαι ἐν ἐκ-
δανεισμῷ καὶ ὁ προσγεγ<ο>ν<ὼ>ς τούτοις τόκος μέχρι ἀρχῆς [ἔ]τους
[ποιεῖ] κεφαλείου δηναρίων μυριάδας τρεῖς δηνάρια χείλια ὀκτ<ω>κόσια
τριάκοντα ἐννέα·  δ<ύ>νασθε {Ι} οὖν ἀρχομένου τοῦ ἔτους τοῦτον
20 τὸν ἀγῶνα ἐπιτελεῖν ἀγαθῇ τύχῃ ἐπὶ ἄθλοις ταλαντιαί-
οις καὶ ἀγωνίσμασιν κατὰ τὰ ἆθλα· προθεσμία δὲ εἰς τὸν ἑ-
ξῆς χρόνον καὶ τὴν ἐπιοῦσαν τετραετηρίδα {Σ} ἔσται χρ<ό>[νος]
ὁ ἀπὸ [Βαρ]<β>ιλλήων τῶν ἐν Ἐφέσῳ [ἀγομένων] πρὸς [Κοινὰ?] Ἀσίας [ἔρρωσθε?].
Search Help
Contact Us