Letter of Stephanos to archontes, boule, and demos of Plarasa/Aphrodeisias handing over slaves and punishable free men; 39/38 BC, reinscribed 2/3; found at Aphrodisias: *Reynolds, Aphrodisias & Rome, doc. 11 (PH); SEG 32, 1097; BE 1983:372; AnnEpig 1984, 865; SEG 33, 854.  
[ ] Reynolds, Aphr.&Rome 11
1 Στέφανος Πλαρ(ασέων) <⁶¹>⁶¹[⁵¹Ἀφροδεισι]⁵¹έων ἄρχουσι βουλῇ δήμῳ χαίρειν.
προσελθόντων μοι ὑμετέρων πρεσβευτῶν ἐν Λαοδικήᾳ καὶ
τὰ παρ’ ὑμῶν ψηφίσματα ἀναδόντων, ἐγὼ πᾶσαν σπουδὴν
εἰσηνενκάμην καὶ ἐπιμελέστατα ἐξζητήσας παρά τε τῶν ἔ-
5 ξωθεν καὶ τῶν ἐμῶν ἀπέδωκα αὐτοῖς δούλους ὅσους ποτὲ ἐ-
πέγνωσαν καὶ ἐλευθέρους ὅσους ἔλεγον ἐπὶ Λαβιήνου πάντα<ς>
ὑμεῖν ἐνδεδεῖχθαι καὶ τούτους ὑμεῖν παρέδωκα ὅπως τὰς
καθ̣ηκούσας ὑμεῖν τιμωρίας ὑποσχῶσιν.  #⁹⁴⁷ σὺν τούτοις καὶ
στέφανον χρυσοῦν ἀποδέδωκα τοῖς ὑμετέροις πρεσβευ-
10 ταῖς καὶ ἄρχουσιν ὃς ἦν ἀπενηνεγμένος ὑπὸ Πύθου τοῦ Οὐμανίου.
Search Help
Contact Us