Letter of Quintus Oppius, Roman praetor pro consule, to archontes, boule, and demos of Plarasa/Aphrodisias; c. 85 BC; found at Aphrodisias: *Reynolds, Aphrodisias & Rome, doc. 3 (PH); **Bowersock, Gnomon 56, 1984, 51 (l. 24); SEG 32, 1097; BE 1983:364; AnnEpig 1984, 859; SEG 34, 1043; **Jones, AJP 106, 1985, 264 (ll. 33a-35); SEG 35, 1081.  
[ ] Reynolds, Aphr.&Rome 3
1 Κόϊντος Ὄππιος Κοΐντου
υἱὸς ἀνθύπατος Ῥωμαίων
στρατηγὸς Πλαρασέων καὶ
<⁶¹>⁶¹[⁵¹Ἀφροδεισιέων]⁵¹ ἄρχουσιν
5 βουλῇ, δήμῳ χαίρειν.
[․․․․․c.14․․․․․]Ε̣Δ̣Ο[—]
[․․․․c.12․․․․], Ἀντίπατ̣[ρος]
[Ἀδρά]σ̣του?, Περείτας Ἀπολλω-
[νίο]υ, Ἀρτεμίδωρος Μύωνος,
10 Διονύσιος Μήνιδος, Τειμο-
κλῆς Ζήνωνος, πρεσβευταὶ
ὑμέτεροι, ἄνδρες καλοὶ καὶ
ἀγαθοί, συνέτυχόν μοι ἐν
Κῷ καὶ συνεχάρησαν, τό τε
15 ψήφισμα ἀπέδωκαν ἐν ᾧ δι-
εσαφεῖτο χαίρειν ὑμᾶς με-
γάλως ἐπὶ τῇ ἐμῇ παρουσίᾳ,
ὅπερ ἐγὼ ὑπὲρ τῆς ὑμετέρας
θελήσεως εἴς με τά τε δημό-
20 σια πράγματα ἡμέτερα ἀσφα-
λῶς πιστεύω· καθ’ ὃν γὰρ και-
ρὸν ἐκ Λαοδικήας πρὸς v ὑ-
μᾶς ἔπεμψα γράμματα ὅπω̣[ς]
στρατιώτας πρός με ἀποσ[τεί]-
25 λητε, ἐν πρώτοις ἀπεστε̣[ί]-
λατε, τοῦτο δὲ ἐποιήσατε κ[α]-
θὼς ἐπέβαλλεν συμμ[ά]-
χοις ἀγαθοῖς καὶ φίλοις δή-
μου Ῥωμ̣α̣ίων ποιῆσαι,
30 τῶν τε ἀποσταλέντων
πρεσβευτῶν ἐργασίᾳ
καλῇ καὶ πλείστῃ ἐχρη-
σάμην v δι’ ἃς αἰτίας v
33a [πᾶσαν ποιήσομαι]
34 φροντίδ̣[α καὶ ἐν ἀρ]-
35 χῇ καὶ ἰδιώτ̣[ης ὤν ὅ]-
περ ἂν σωζομέν̣[ης]
τῆς ἐμῆς πίστ[ε]-
ως ποιῆσαι ὑμεῖν δύ-
νωμαι τοῖς τε δημο̣-
40 σίοις πράγμασιν ὑ̣[μ]ε-
τέροις εὐχρηστῆσαι,
καὶ ἀεί τινος ἀγαθοῦ
παραίτιος γενέσθαι·
ὅπως τε τῇ συνκλήτῳ
45 τῷ τε δήμῳ τὰ ἀφ’ ὑμῶν
πεπραγμένα ἐστίν
ὅταν εἰς Ῥώμην παρα-
γένωμαι διασαφήσω·
οἱ αὐτοὶ πρεσβεῖς παρε-
50 κάλεσαν ὅπως ἐξῇ τῇ
[ἐ]μῇ πατρωνήᾳ καὶ ὑμεῖν
χρῆσθαι· τούτους ἐγὼ
ἀνεδεξάμην, καταλο-
γῆς ἕνεκεν τῆς ὑμετέ-
55 ρας πόλεως, ἐμὲ τοῦ δή-
μου τοῦ ὑμετέρου πα-
τ̣ρωνα v ἔσεσθαι v.
Search Help