Letter of Gordian III to ar[cho]ntes, boule, and demos of Aphrod[eisia]s confirming eleutheria of city and exempting it from bouleuma of Asia concerning Laodikeia; AD 243; found at Aphrodisias: *Reynolds, Aphrodisias & Rome, doc. 21 (PH); SEG 32, 1097; BE 1983:382; AnnEpig 1984, 875.  
[ ] Reynolds, Aphr.&Rome 21
1 αὐτοκράτωρ Καῖσαρ Μᾶρκος Ἀντώνιος Γορδιανὸς Εὐσεβὴς Εὐτυ̣[χὴς Σεβ]αστός, ἀ[ρχιε]ρεὺς μέγιστος, δη̣[μαρχι]-
κῆς ἐξουσίας τὸ ϛʹ, ὕπατος τὸ βʹ, πατὴρ πατρίδος, ἀνθύπατος, Ἀφροδ[εισιέω]ν̣ τ̣ο̣[ῖς] ἄ̣ρ̣[χο]υ̣σι καὶ τῇ βουλῇ καὶ τῷ δήμῳ
χαίρειν v τὸ τῆς Ἀσίας βούλευμα, τὸ καὶ ὑμᾶς καταστῆσαν εἰς κο[ινωνί]αν τῆς π̣ρ̣[ὸς] τ̣ο̣ὺ̣ς̣ ἀτυχήσαντας
ἐπικουρίας, οὐκ ἐπίταγμ̣α ἦν, οὐδὲ γὰρ οἷόν τε ἐπιτάγματι χρῆσθ̣αι, π[ρὸς το]ὺ̣ς̣ ἐλευθ̣έ̣ρους, ἀλ̣λ̣ὰ πολείτευμα
5 χρηστὸν ἐν μετουσίᾳ καθιστᾶν ὑμᾶς φιλανθρώπου πράξεως καὶ ο[ἵη]ς καὶ καθ’ ὑμᾶς πράττετε ἐν [κα]τα-
σκευῇ τινος ο̣ἰ̣κοδομήματος συνεπιλαμβανόμενοι τῆς ἀναστάσε̣[ω]ς τοῖ̣ς̣ δεομένοις· ὑπὲρ δὲ τοῦ μέλ-
λοντος ἥκιστα χρὴ δεδιέναι· τοῖς γὰρ ἐλευθέροις, οὗ πλεῖστον με[τέ]χετε, μόνος ἐστὶν πρὸς τὰ το[ι]α̣ῦτα
vacat νόμος τὸ ἑκούσιον#⁹⁷³.  ἐπρέσβευον Αὐρήλιος Κτησίας καὶ Α[ἴ]λιος Καλλικράτης.  εὐτυχε[ῖτε.]
vacat θεῖα ἀντιγραφὴ κ̣ατὰ Λαοδικ̣εῖς ἡ προτεταγμένη  vacat
Search Help
Contact Us