Letter of Gordian III to ar[cho]ntes, boule, and demos of
Aphrod[eisia]s confirming eleutheria of city and exempting it
from bouleuma of Asia concerning Laodikeia; AD 243; found at
Aphrodisias: *Reynolds, Aphrodisias & Rome, doc. 21 (PH); SEG
32, 1097; BE 1983:382; AnnEpig 1984, 875.
[ ]
Reynolds, Aphr.&Rome 21
1 | αὐτοκράτωρ Καῖσαρ Μᾶρκος Ἀντώνιος Γορδιανὸς Εὐσεβὴς Εὐτυ̣[χὴς Σεβ]αστός, ἀ[ρχιε]ρεὺς μέγιστος, δη̣[μαρχι]- |
κῆς ἐξουσίας τὸ ϛʹ, ὕπατος τὸ βʹ, πατὴρ πατρίδος, ἀνθύπατος, Ἀφροδ[εισιέω]ν̣ τ̣ο̣[ῖς] ἄ̣ρ̣[χο]υ̣σι καὶ τῇ βουλῇ καὶ τῷ δήμῳ | |
χαίρειν v τὸ τῆς Ἀσίας βούλευμα, τὸ καὶ ὑμᾶς καταστῆσαν εἰς κο[ινωνί]αν τῆς π̣ρ̣[ὸς] τ̣ο̣ὺ̣ς̣ ἀτυχήσαντας | |
ἐπικουρίας, οὐκ ἐπίταγμ̣α ἦν, οὐδὲ γὰρ οἷόν τε ἐπιτάγματι χρῆσθ̣αι, π[ρὸς το]ὺ̣ς̣ ἐλευθ̣έ̣ρους, ἀλ̣λ̣ὰ πολείτευμα | |
5 | χρηστὸν ἐν μετουσίᾳ καθιστᾶν ὑμᾶς φιλανθρώπου πράξεως καὶ ο[ἵη]ς καὶ καθ’ ὑμᾶς πράττετε ἐν [κα]τα- |
σκευῇ τινος ο̣ἰ̣κοδομήματος συνεπιλαμβανόμενοι τῆς ἀναστάσε̣[ω]ς τοῖ̣ς̣ δεομένοις· ὑπὲρ δὲ τοῦ μέλ- | |
λοντος ἥκιστα χρὴ δεδιέναι· τοῖς γὰρ ἐλευθέροις, οὗ πλεῖστον με[τέ]χετε, μόνος ἐστὶν πρὸς τὰ το[ι]α̣ῦτα | |
vacat νόμος τὸ ἑκούσιον#⁹⁷³. ἐπρέσβευον Αὐρήλιος Κτησίας καὶ Α[ἴ]λιος Καλλικράτης. εὐτυχε[ῖτε.] | |
vacat θεῖα ἀντιγραφὴ κ̣ατὰ Λαοδικ̣εῖς ἡ προτεταγμένη vacat |