Letter of Gordian III to archontes, boule, and demos of
Aphrodeisias confirming dikaia of city; AD 239; found at
Aphrodisias: Millar, Emperor in the Roman World 417; *Reynolds,
Aphrodisias & Rome, doc. 20 (PH); SEG 32, 1097; BE 1983:381;
AnnEpig 1984, 874.
[ ]
Reynolds, Aphr.&Rome 20
1 | αὐτοκράτωρ Καῖσαρ Μᾶρκος Ἀ̣ν̣τώνιος Γορδιανὸς Εὐσεβὴς Εὐτυχὴς Σεβαστός, ἀρχιερεὺς |
μέγιστος, δημαρχικῆς ἐξουσίας τὸ βʹ, ὕπατος, πατὴρ πατρίδος, Ἀφροδεισιέων τοῖς ἄρχουσιν | |
vacat καὶ τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν vacat· | |
καὶ τῇ ἀρχαιότητι ὑμῶν καὶ τῇ εὐνοίᾳ καὶ τῇ φιλίᾳ τῇ πρὸς Ῥωμαίους προσῆκον ἦν, ὦ | |
5 | <⁶¹>⁶¹[⁵¹Ἀφροδεισιεῖς]⁵¹ οὕτως διατεθῆναι ἐπὶ τῇ βασιλείᾳ τῇ ἐμῇ ὡς ἐδηλοῦτε διὰ τοῦ πρός |
με ψηφίσματος, ἀνθ’ ὧν δὴ καὶ ἀμειβόμενος ὑμῶν τὴν εὐσεβῆ διάθεσιν φυλάττω | |
βεβαίαν τὴν ἀπόλαυσιν πάντων τῶν ὑπαρχόντων ὑμεῖν δικαίων φυλασσομένων τε | |
μέχρι τῶν καίρων τῆς βασιλείας τῆς ἐμῆς. ἐπρέσβευεν Κλ(αύδιος) Ἡγεμονεύς. εὐτυχεῖτε. |