Letter of Hadrian to archontes, boule, and demos of
Aphrodeisias exempting city from tax on nails; AD 119,
reinscribed 2/3; found at Aphrodisias: Millar, Emperor in the
Roman World 429; *Reynolds, Aphrodisias & Rome, doc. 15 (PH);
SEG 32, 1097; BE 1983:376; AnnEpig 1984, 869; SEG 33, 855.
[ ]
Reynolds, Aphr.&Rome 15
1 | αὐτοκράτωρ Καῖσαρ, θεοῦ Τραϊανοῦ Παρθικοῦ υἱός, |
θεοῦ Νέρουα υἱωνός, Τραϊανὸς Ἁδριανὸς Σεβαστός, | |
ἀρχιερεὺς μέγιστος, δημαρχικῆς ἐξουσίας τὸ γʹ, | |
Ἀφροδεισιέων ἄρχουσι, βουλῇ, δήμῳ χαίρειν. v | |
5 | τὴν μὲν ἐλευθερίαν καὶ αὐτονομίαν καὶ τὰ ἄλλα |
τὰ ὑπάρξαντα ὑμεῖν παρά τε τῆς συνκλήτου καὶ | |
τῶν πρὸ ἐμοῦ αὐτοκρατόρων ἐβεβαίωσα πρόσθεν. | |
ἐντευχθεὶς δὲ διὰ πρεσβείας περὶ τῆς τοῦ σιδή- | |
ρου χρήσεως καὶ τοῦ τέλους τῶν ἥλων, καίπερ | |
10 | ἀνφισβητησίμου τοῦ πράγματος ὄντος διὰ τὸ |
μὴ νῦν πρῶτον τοὺς τελώνας ἐπικεχειρηκέναι | |
παρ’ ὑμῶν ἐγλέγειν v ὁμῶς εἰδὼς τὴν πόλιν | |
τά τε ἄλλα τειμῆς οὖσαν ἀξίαν καὶ ἐξῃρημένη<ν> | |
τοῦ τύπου τῆς ἐπαρχείας, ἀπαλάσσω αὐτὴν | |
15 | τοῦ τελέσματος καὶ γέγραπφα Κλ(αυδίῳ) Ἀγριππείνῳ |
τῷ ἐπιτρόπῳ μου παρανγεῖλαι τῷ μεμισθωμένῳ | |
τὸ ἐν Ἀσίᾳ τέλος ἀπέχεσθαι τῆς ὑμετέρας πόλεως. |