Letter of Hadrian to archontes, boule, and demos of Aphrodeisias exempting city from tax on nails; AD 119, reinscribed 2/3; found at Aphrodisias: Millar, Emperor in the Roman World 429; *Reynolds, Aphrodisias & Rome, doc. 15 (PH); SEG 32, 1097; BE 1983:376; AnnEpig 1984, 869; SEG 33, 855.  
[ ] Reynolds, Aphr.&Rome 15
1 αὐτοκράτωρ Καῖσαρ, θεοῦ Τραϊανοῦ Παρθικοῦ υἱός,
θεοῦ Νέρουα υἱωνός, Τραϊανὸς Ἁδριανὸς Σεβαστός,
ἀρχιερεὺς μέγιστος, δημαρχικῆς ἐξουσίας τὸ γʹ,
Ἀφροδεισιέων ἄρχουσι, βουλῇ, δήμῳ χαίρειν.  v
5 τὴν μὲν ἐλευθερίαν καὶ αὐτονομίαν καὶ τὰ ἄλλα
τὰ ὑπάρξαντα ὑμεῖν παρά τε τῆς συνκλήτου καὶ
τῶν πρὸ ἐμοῦ αὐτοκρατόρων ἐβεβαίωσα πρόσθεν.
ἐντευχθεὶς δὲ διὰ πρεσβείας περὶ τῆς τοῦ σιδή-
ρου χρήσεως καὶ τοῦ τέλους τῶν ἥλων, καίπερ
10 ἀνφισβητησίμου τοῦ πράγματος ὄντος διὰ τὸ
μὴ νῦν πρῶτον τοὺς τελώνας ἐπικεχειρηκέναι
παρ’ ὑμῶν ἐγλέγειν v ὁμῶς εἰδὼς τὴν πόλιν
τά τε ἄλλα τειμῆς οὖσαν ἀξίαν καὶ ἐξῃρημένη<ν>
τοῦ τύπου τῆς ἐπαρχείας, ἀπαλάσσω αὐτὴν
15 τοῦ τελέσματος καὶ γέγραπφα Κλ(αυδίῳ) Ἀγριππείνῳ
τῷ ἐπιτρόπῳ μου παρανγεῖλαι τῷ μεμισθωμένῳ
τὸ ἐν Ἀσίᾳ τέλος ἀπέχεσθαι τῆς ὑμετέρας πόλεως.
Search Help