Letter of Octavian to archontes, boule, and demos of
Ephesos asking that it restore stolen (statue of) Eros and other
property to Plarasa/ Aphrodisias; 39/38 BC, reinscribed 2/3;
found at Aphrodisias: *Reynolds, Aphrodisias & Rome, doc. 12
(PH); SEG 32, 1097; BE 1983:373; AnnEpig 1984, 866; SEG 34, 1044.
[ ]
Reynolds, Aphr.&Rome 12
1 | αὐτοκράτωρ Καῖσαρ θεοῦ Ἰουλίου υἱὸς Ἐφεσίων ἄρχουσι |
βουλῇ δήμῳ χαίρειν· εἰ ἔρρωσθε εὖ ἂν ἔχοι, ὑγιαί- | |
νω δὲ καὶ αὐτὸς μετὰ τοῦ στρατεύματος. vacat | |
Σόλων Δημητρίου υἱὸς πρεσβευτὴς Πλαρασέων | |
5 | καὶ <⁶¹>⁶¹[⁵¹Ἀ̣φ̣ρ̣ο̣δ̣ε̣ι̣σ̣ι̣έ̣ω̣ν̣]⁵¹ ἐνεφάνισέν μοι ὅσα ἐν τῷ πο- |
λέμῳ τῷ κατὰ Λαβιῆνον ἡ πόλις αὐτῶν πέπονθεν | |
ὅσα τε διηρπάγη δημόσιά τε καὶ ἰδιωτικά, περὶ ὧν | |
πάντων Ἀντωνίῳ τε τῷ συνάρχοντι ἐντολὰς | |
δέδωκα ὅπως ὅσα ποτὲ ἂν δύνηται ὃ ἂν εὕρῃ ἀ- | |
10 | ποκαταστήσῃ αὐτοῖς· ὑμεῖν τε ἔκρεινα γράψαι |
ἐπεὶ ἔχετε πόλιν εὔκαιρον ἐπιβοηθεῖ{α}ν {²⁶ἐπιβοηθεῖν}²⁶ αὐτοῖς | |
ἐὰν σώματος ἢ ἑτέρου τινὸς τῶν ἰδίων ἐπιλαμβάνωνται#⁵⁶· | |
ἀπηνγέλη δέ μοι ὅτι ἐκ τῆς διαρπαγῆς Ἔρως χρυσοῦς ὅ ὑ- | |
πὸ τοῦ πατρὸς τῇ <⁶¹>⁶¹[⁵¹Ἀ̣φ̣ρ̣ο̣δ̣ε̣ίτῃ]⁵¹ ἦν ἀνατεθεὶς εἰς ὑμᾶς | |
15 | ἀνενήνεκται καὶ ὡς ἀνάθημα τῇ Ἀρτέμιδι τέθειται. |
ὑμεῖς οὖν καλῶς ποιήσετε καὶ ἀξίως ὑμῶν ἀποκαταστή- | |
σαντες τὸ ὑπὸ τοῦ πατρός μου ἀνάθημα τῇ Ἀφροδείτῃ | |
δεδομένον· καὶ γὰρ οὐ χαρίεν ἀνάθημα Ἔρως Ἀρτέμιδι. | |
ἀνάνκη γάρ μοι <⁶¹>⁶¹[⁵¹Ἀ̣φ̣ρ̣ο̣δ̣ε̣ι̣σ̣ι̣έ̣ω̣ν̣]⁵¹ ποιεῖσθαι πρόνοιαν οὓς τη- | |
20 | λικαῦτα εὐεργέτηκα ἣν καὶ ὑμᾶς ἀκούειν νομίζω. |