Letter of Octavian to archontes, boule, and demos of Ephesos asking that it restore stolen (statue of) Eros and other property to Plarasa/ Aphrodisias; 39/38 BC, reinscribed 2/3; found at Aphrodisias: *Reynolds, Aphrodisias & Rome, doc. 12 (PH); SEG 32, 1097; BE 1983:373; AnnEpig 1984, 866; SEG 34, 1044.  
[ ] Reynolds, Aphr.&Rome 12
1 αὐτοκράτωρ Καῖσαρ θεοῦ Ἰουλίου υἱὸς Ἐφεσίων ἄρχουσι
βουλῇ δήμῳ χαίρειν· εἰ ἔρρωσθε εὖ ἂν ἔχοι, ὑγιαί-
νω δὲ καὶ αὐτὸς μετὰ τοῦ στρατεύματος.  vacat
Σόλων Δημητρίου υἱὸς πρεσβευτὴς Πλαρασέων
5 καὶ <⁶¹>⁶¹[⁵¹Ἀ̣φ̣ρ̣ο̣δ̣ε̣ι̣σ̣ι̣έ̣ω̣ν̣]⁵¹ ἐνεφάνισέν μοι ὅσα ἐν τῷ πο-
λέμῳ τῷ κατὰ Λαβιῆνον ἡ πόλις αὐτῶν πέπονθεν
ὅσα τε διηρπάγη δημόσιά τε καὶ ἰδιωτικά, περὶ ὧν
πάντων Ἀντωνίῳ τε τῷ συνάρχοντι ἐντολὰς
δέδωκα ὅπως ὅσα ποτὲ ἂν δύνηται ὃ ἂν εὕρῃ ἀ-
10 ποκαταστήσῃ αὐτοῖς· ὑμεῖν τε ἔκρεινα γράψαι
ἐπεὶ ἔχετε πόλιν εὔκαιρον ἐπιβοηθεῖ{α}ν {²⁶ἐπιβοηθεῖν}²⁶ αὐτοῖς
ἐὰν σώματος ἢ ἑτέρου τινὸς τῶν ἰδίων ἐπιλαμβάνωνται#⁵⁶·
ἀπηνγέλη δέ μοι ὅτι ἐκ τῆς διαρπαγῆς Ἔρως χρυσοῦς ὅ ὑ-
πὸ τοῦ πατρὸς τῇ <⁶¹>⁶¹[⁵¹Ἀ̣φ̣ρ̣ο̣δ̣ε̣ίτῃ]⁵¹ ἦν ἀνατεθεὶς εἰς ὑμᾶς
15 ἀνενήνεκται καὶ ὡς ἀνάθημα τῇ Ἀρτέμιδι τέθειται.
ὑμεῖς οὖν καλῶς ποιήσετε καὶ ἀξίως ὑμῶν ἀποκαταστή-
σαντες τὸ ὑπὸ τοῦ πατρός μου ἀνάθημα τῇ Ἀφροδείτῃ
δεδομένον· καὶ γὰρ οὐ χαρίεν ἀνάθημα Ἔρως Ἀρτέμιδι.
ἀνάνκη γάρ μοι <⁶¹>⁶¹[⁵¹Ἀ̣φ̣ρ̣ο̣δ̣ε̣ι̣σ̣ι̣έ̣ω̣ν̣]⁵¹ ποιεῖσθαι πρόνοιαν οὓς τη-
20 λικαῦτα εὐεργέτηκα ἣν καὶ ὑμᾶς ἀκούειν νομίζω.
Search Help
Contact Us