Subscript of Octavian to Samos expressing wish to give
eleutheria only to Aphrodeisias; 39/19 BC, reinscribed 2/3; found
at Aphrodisias: Millar, Emperor in the Roman World 243, 431-432.
*Reynolds, Aphrodisias & Rome, doc. 13 (PH); SEG 32, 833; BE
1983:374; AnnEpig 1984, 867; SEG 34, 1044; SEG 35, 1081.
[ ]
Reynolds, Aphr.&Rome 13
1 | vacat αὐτοκράτωρ Καῖσαρ θεοῦ Ἰουλίου υἱὸς Αὔγουστος Σαμίοις ὑπὸ τὸ ἀξίωμα ὑπέγραψεν· |
ἔξεστιν ὑμεῖν αὐτοῖς ὁρᾶν ὅτι τὸ φιλάνθρωπον τῆς ἐλευθερίας οὐδενὶ δέδωκα δήμῳ πλὴν τῷ τῶν | |
<⁶¹>⁶¹[⁵¹Ἀφροδεισιέων]⁵¹ ὃς ἐν τῷ πολέμῳ τὰ ἐμὰ φρονήσας δοριάλωτος διὰ τὴν πρὸς ἡμᾶς εὔνοιαν ἐγένετο· | |
οὐ γάρ ἐστιν δίκαιον τὸ πάντων μέγιστον φιλάνθρωπον εἰκῇ καὶ χωρὶς αἰτίας χαρίζεσθαι· ἐγὼ δὲ | |
5 | ὑμεῖν μὲν εὐνοῶ καὶ βουλοίμην ἂν τῇ γυναικί μου ὑπὲρ ὑμῶν σπουδαζούσῃ χαρίζεσθαι ἀλλὰ |
οὐχ ὥστε καταλῦσαι τὴν συνήθειάν μου· οὐδὲ γὰρ τῶν χρημάτων μοι μέλει ἃ εἰς τὸν φόρον τελεῖτε | |
vacat #⁹⁴⁷ ἀλλὰ τὰ τειμιώτατα φιλάνθρωπα χωρὶς αἰτίας εὐλόγου δεδωκέναι v οὐδενὶ βούλομαι. #⁹⁴⁷ |