Honorary decree for Dionysios Papylou, hiereus of Nineudios
Zeus; 3e/4b; found at Aphrodisias: Reinach, REG 19, 1906, 92-93,
no. 8; *MAMA 8, no. 410 (PH).
[ ]
MAMA VIII, no. 410
| 1 | ❦ ψήφισμα ❦ #⁵⁶ ἐπεὶ |
| Διονύσιος Παπύλου τοῦ Παπύλου ὁ ἱερεὺς τοῦ Νινευδίου Διὸς ἀνὴρ | |
| πατρὸς καὶ προγόνων ὑπάρχων καλῶν καὶ ἀγαθῶν καὶ ἐν ἀρχαῖς καὶ | |
| φιλοδοξίαις γεγονότων καὶ αὐτὸς ἀπὸ πρώτης ἡλικίας βίον σεμνὸν | |
| 5 | καὶ ἐνάρετον ἑλόμενος ἱερατείαν τε τῶν Σεβαστ<ῶ>ν καὶ ἀγ<ω>νοθεσί- |
| αν καὶ πρεσβείας καὶ ἐφηβαρχίαν καὶ στρατηγίαν καὶ γραμματήαν καὶ τὰς | |
| λοιπὰς πάσας ἀρχὰς σεμνῶς καὶ εὐσεβῶς καὶ νομίμως καὶ δικαίως | |
| τελέσας καὶ ζῶν βίον πάσῃ καλοκαγαθίᾳ κοσμούμενον καθὼς δι- | |
| ὰ πλείστων ἤδη ψηφισμάτων μεμαρτύρηται αὐτῷ, τὰ νῦν ἐπικλη- | |
| 10 | [θ]εὶς ὑπὸ τοῦ δήμου καὶ αἱρεθεὶς ἀρχινεοποιὸς κεχειροτόνηται ἐ- |
| [φ’ οἷς] ὁ δῆμος ἀποδεχόμενος τὴν ἐν πᾶσιν τοῦ ἀνδρὸς φιλόπολιν σπου- | |
| [δὴν ἀ]γομένων ἀρχαι̣ρ̣[εσιῶ]ν̣ ὁμοθυμαδὸν ἐπηνέχθη πάλιν τειμῆ- | |
| [σαι αὐτὸν —] |