Honorary decree for Dionysios Papylou, hiereus of Nineudios Zeus; 3e/4b; found at Aphrodisias: Reinach, REG 19, 1906, 92-93, no. 8; *MAMA 8, no. 410 (PH).  
[ ] MAMA VIII, no. 410
1 ❦ ψήφισμα ❦ #⁵⁶ ἐπεὶ
Διονύσιος Παπύλου τοῦ Παπύλου ὁ ἱερεὺς τοῦ Νινευδίου Διὸς ἀνὴρ
πατρὸς καὶ προγόνων ὑπάρχων καλῶν καὶ ἀγαθῶν καὶ ἐν ἀρχαῖς καὶ
φιλοδοξίαις γεγονότων καὶ αὐτὸς ἀπὸ πρώτης ἡλικίας βίον σεμνὸν
5 καὶ ἐνάρετον ἑλόμενος ἱερατείαν τε τῶν Σεβαστ<ῶ>ν καὶ ἀγ<ω>νοθεσί-
αν καὶ πρεσβείας καὶ ἐφηβαρχίαν καὶ στρατηγίαν καὶ γραμματήαν καὶ τὰς
λοιπὰς πάσας ἀρχὰς σεμνῶς καὶ εὐσεβῶς καὶ νομίμως καὶ δικαίως
τελέσας καὶ ζῶν βίον πάσῃ καλοκαγαθίᾳ κοσμούμενον καθὼς δι-
ὰ πλείστων ἤδη ψηφισμάτων μεμαρτύρηται αὐτῷ, τὰ νῦν ἐπικλη-
10 [θ]εὶς ὑπὸ τοῦ δήμου καὶ αἱρεθεὶς ἀρχινεοποιὸς κεχειροτόνηται ἐ-
[φ’ οἷς] ὁ δῆμος ἀποδεχόμενος τὴν ἐν πᾶσιν τοῦ ἀνδρὸς φιλόπολιν σπου-
[δὴν ἀ]γομένων ἀρχαι̣ρ̣[εσιῶ]ν̣ ὁμοθυμαδὸν ἐπηνέχθη πάλιν τειμῆ-
[σαι αὐτὸν —]
Search Help
Contact Us