End of honorary decree for (no name) stipulating that
eikones of him be set up; imperial; found at Aphrodisias: LW
1594; *Reinach, REG 19, 1906, 100-102, no. 14.
[ ]
REG 19, 1906, 100-102, no. 14
1 | [—] στεφ[αν]ηφορία ΜΕΝ․[—] |
[—] ἀεὶ εὐσεβῆ διάθεσιν τετέλεκεν καὶ ταῦτα | |
[διὰ φιλο]δοσίας λαμπρῶς καὶ φιλοτείμως, μάλιστα δ[ὲ] | |
[τὴν γ]υμνασιαρχίαν πρὸς τὸν γενόμενον καιρὸν ἀψε̣[γ]- | |
5 | [έως?] ἀρχιερατεύων τε ἐν τῇ στεφανηφορίᾳ τῶν Σεβαστ[ῶν] |
[πᾶ]σαν εὐσεβῆ θρησσκείαν εἰσενήνεκται, καὶ τέθυκεν το[ῖς] | |
[πα]τρίοις θεοῖς εὐχόμενος καὶ αὐτὸς ὑπὲρ τῆς ὑγείας καὶ | |
[σω]τηρίας καὶ τῆς αἰωνίου διαμονῆς τῆς ἡγεμονίας αὐτῶν, | |
[τε]τέλεκεν δὲ καὶ τὰς θεωρίας φιλοδόξως, καθήκει δὲ τὰς | |
10 | [τῶ]ν τοιούτων ἀνδρῶν γνώμας τειμῆς καὶ μαρτυρίας τῆς̣ |
[πρ]επούσης ἀξιοῦσθαι —— διὸ δεδόχθαι τῇ βουλῇ καὶ τῷ δή- | |
[μῳ] ἐν ἀρχαιρεσίαις πάλιν τετειμῆσθαι τὸν ἄνδρα ταῖς κ[αλ]- | |
[λί]σ̣ταις καὶ μεγίσσταις καὶ πρεπούσαις τειμαῖς Ἀττινᾶν Ἀτ- | |
[τινο]ῦ τοῦ [Θ]εοδώρου Μελίτωνα τὸν στεφανηφόρον καὶ ἀρ- | |
15 | [χιερ]έ̣α τῶν Σεβασστῶν σε[μνὸ]ν καὶ ἀρετῇ καὶ καλοκαγαθίᾳ |
[διαφ]έροντα καὶ εὔνουν τῷ δήμῳ καὶ πᾶσαν ἐν παντὶ και- | |
[ρῷ ἐ]νδεδειγμένον πρὸς τὴν πατρίδα εὔνοιαν, δεδόσθαι | |
[δὲ] αὐτῷ ὑπὸ τῆς βουλῆς καὶ τοῦ δήμου τὴν εἰς τὸ μέλλον | |
[ἀλ]ειτουργησίαν, ὡς ἀνεῖσθαι αὐτὸν πάσης ἀκουσίου ὑπη- | |
20 | [ρεσία]ς, ἅμα τεθῆναί τε αὐτοῦ καὶ εἰκόνας ἐνόπλους ἐπι- |
[χρύσου]ς καὶ ἀγάλματα καὶ ἀνδριάντας ἐν ἱεροῖς ἢ δημοσί- | |
[οις τό]ποις, ὡς ἂν αὐτὸς προαιρῆται, ἐφ’ ὧν καὶ τὰς ἀναλο- | |
[γουμέν]ας τῇ τε εὐγενείᾳ αὐτοῦ καὶ τῇ περὶ τὸν βίον~ | |
[σεμ]νότητι καὶ σωφροσύνῃ ἐπιγραφὰς γενέσθαι.✳~ |