Decree of boule and demos (of Plarasa/Aphrodisias) to give military help to Quintus Oppius, Roman praetor pro consule; 88 BC; found at Aphrodisias: *Reynolds, Aphrodisias & Rome, doc. 2 (PH); SEG 32, 1097; BE 1983:363; AnnEpig 1984, 858; SEG 34, 1043.  
[ ] Reynolds, Aphr.&Rome 2
a.1 ἔδοξεν τῇ βου-
λῇ καὶ τῷ δήμῳ,
καὶ Περείτου {ΤΟΥ}
τοῦ Ἀντιόχου γραμ-
5 ματέως δήμου
καὶ Ἀττάλου τοῦ Με-
νάνδρου τοῦ ἐπὶ
τῆς χώρας στρα-
τηγοῦ.
b.1.1 ἐπεὶ Κόϊντος̣ Ὄππιος Κοΐντου υἱὸς στρατηγὸς ἀνθύπατος Ῥω[μαίω]ν πέπομφεν πολιορκεῖσθαι Λαοδίκηάν τε καὶ̣
ἑαυτὸν ὁ δε δῆμος ἔκρεινεν βοηθεῖν κατὰ πλῆθος συνεκπορεύεσθαι δὲ καὶ τοὺς παροίκους καὶ τοὺς δούλους, εἵλατο δὲ ἐπὶ
τῆς ἐκκλησίας καὶ ἄνδρα τὸν ἡγησάμενον v ἀνανκαῖον δέ ἐστιν ἐξαποστεῖλαι καὶ πρεσβευτὰς τοὺς ἐνφανιοῦντας τῷ ἀνθυ-
πάτῳ περί τε τῆς αἱρέσεως ἧς ἔχει ὁ δῆμος ἡμῶν πρὸς Ῥωμαίους ὄντας σωτῆρας καὶ εὐεργέτας καὶ ἐάν τι ὁ στρ<ατ>ηγὸς ἐπι-
5 τάσσῃ καὶ ἕτερον τῇ πόλει, διαταξαμένους ὥστε διασαφηθῆναι καὶ γενέσθαι· δεδόχθαι τῷ δήμῳ ἑλέσθαι πρεσβευτὰς ἄνδρας τῶν τειμ-
ωμένων καὶ πίστιν ἐχόντων καὶ εὐνοϊκῶς πρὸς Ῥωμαίους διακειμένων οἵτινες ἀφικόμενοι πρὸς Κόϊντον Ὄππιον τὸν ἀνθύ-
πατον ἐνφανιοῦσιν αὐτῷ ἣν ἔχει ὁ δῆμος ἡμῶν αἵρεσιν πρὸς αὐτὸν καὶ πρὸς πάντας Ῥωμαίους, ὑποδείξωσι δὲ ὅτι οὐ
μόνον κατὰ πλῆθος συμμαχεῖν ἐκρείναμεν ἀλλὰ καὶ ἄνδρα̣ τὸν ἐπὶ τῆς συμμαχίας εἱλάμεθα
2.9 Ἀρτεμίδωρον τὸν στεφανηφόρον ἄνδρα τῶν τειμωμένων
10 καὶ πίστιν ἐχόντων καὶ τῇ ἐν τοῖς ὅπλοις ἀρετῇ διαφέροντα·
ἐνφανιοῦσιν δὲ αὐτῷ ὅτι πᾶς ὁ δῆμος ἡμῶν σὺν γυναιξὶ
καὶ τέκνοις καὶ τῷ παντὶ βίῳ ΕΤΥΜΟΣ παραβάλλεσθαι ὑπὲρ
Κοΐντου καὶ τῶν Ῥωμαίων πραγμάτων καὶ ὅτι χωρὶς τῆς
Ῥωμαίων ἡγεμονίας οὐδὲ ζῆν προαιρούμεθα.
15
Search Help
Contact Us