[ ] Att. — stoich. 19-25 — 330/29 — IG II² 351 Add. (pt. 1.2 p. 660)
1 [Εὐδήμ]ου Πλαται[έως].
[ἐπὶ Ἀριστ]οφῶντος ἄρχοντο[ς]
[ἐ]π[ὶ τῆς] Λεωντίδος ἐνάτη[ς] π[ρυ]-
ταν[εία]ς, ἧι Ἀντίδωρος Ἀντί[νου]
5 Παι[ανι]εὺς ἐγραμμάτευεν ∶ ἑ[ν]-
[δ]εκά[τ]ηι Θαργηλιῶνος, ἐνάτη[ι]
[κ]αὶ δ[ε]κάτηι τῆς πρυτανείας·
[τ]ῶν π[ρ]οέδρων ἐπεψήφιζεν Ἀρ̣[ιστο]-
φάνη[ς] {²⁷ Ἀν̣[τι]φάνη[ς]}²⁷ Εὐωνυμεύς· ἔδοξεν τῶι
10 [δήμωι]· Λυκοῦργος Λυκόφρονος
[Βουτά]δης εἶπεν· ἐπειδὴ vac.
[Εὔδημ]ος πρότερόν τε ἐπη[γ]γ[εί]-
[λατο τ]ῶι δήμωι ἐπιδώσειν [εἰ]ς
[τὸν π]όλεμον εἴ τ[ι] δέ[οι]το [ΧΧΧ]Χ
15 [δ]ραχμὰς καὶ νῦν [ἐπ]ι[δέδ]ω[κεν]
εἰς τὴν ποίησιν τοῦ σταδ[ί]ου
καὶ τοῦ θεάτρου τοῦ Παναθη[ναϊ]-
κοῦ χίλια ζεύγη καὶ ταῦτα
πέπομφεν ἅπαντα π[ρὸ Π]αναθη-
20 ναίων καθὰ ὑπέσ[χετο, δ]εδόχθ[αι]
τῶι δήμωι ἐπαι[νέσαι Ε]ὔδημ[ον]
[Φι]λούργου Πλατα[ιέα] καὶ σ[τε]-
φανῶσαι αὐτὸν θαλλο͂ στεφ[άνωι]
εὐνοίας ἕνεκα τῆς εἰς τὸν
25 δῆμον τοῦ Ἀθηναίων καὶ εἶν[αι]
αὐτὸν ἐν τοῖς εὐεργέταις το[ῦ]
δήμου τοῦ Ἀθηναίων [α]ὐτὸν κα[ὶ]
ἐκγόνους καὶ ε[ἶν]α[ι] αὐτῶι vac.
ἔνκτησιν γῆς καὶ ο[ἰ]κ[ί]ας καὶ
30 στρατεύεσθαι αὐτὸν τὰς vac.
στρατιὰς καὶ τὰς εἰσφορὰς vac.
εἰσφέρειν μετὰ Ἀθηναίων. vac.
ἀναγράψαι [δ]ὲ τόδε τὸ ψήφισμα
τὸν γραμματέα τῆς βουλῆς καὶ
35 στῆσαι ἐν ἀκρ[ο]πόλει, εἰ[ς] δ[ὲ] τ[ὴν]
ἀναγραφὴν τῆς στήλη[ς δοῦ]να[ι]
τὸν ταμίαν τοῦ δήμ[ου — — —]
δραχμὰς ἐκ τῶν εἰς τὰ κα[τὰ ψη]-
φίσματα ἀναλισκομέ[νων τῶι]
40 δήμωι.
           vacat 0.40
Search Help
Contact Us