Honorary/funerary decree (of boule and demos) for Kallias
K[alli]ou; no date; found at Aphrodisias: Fellows, Acct. 317-318,
no.’s 25-26; CIG 2775c; Leake, TRSL 1843, 241-242 and 300-301,
no. 20.b; Bailie, Fasc. ii 25-29 and 283-289, no. 53; Texier, As.
Min. iii 165, no. 1; *MAMA 8, no. 412.b.
[ ]
MAMA VIII, no. 412b
0 | [—] |
καὶ μετηλλακχότα καὶ στ[εφ]ανῶσθαι | |
Καλλίαν υἱὸν Καλλίου τοῦ Ζήνωνος τοῦ | |
Εὐδάμου, νεανίαν καλὸν καὶ ἀγαθὸν | |
τὴν ἀναστροφὴν πεποιημένον ἐνάρετον | |
5 | καὶ παντὸς ἐπαίνου ἀξίαν ταῖς καλλίσ- |
ταις καὶ μεγίσταις τειμαῖς, ἀνατεθῆναι | |
δὲ αὐτοῦ καὶ ἀνδριάντας καὶ ἀγάλματα | |
καὶ εἰκόνας γραπτὰς ἐν ὅπλοις ἐπιχρύ- | |
σοις ἐν ἱεροῖς καὶ δημοσίοις τόποις ἐφ’ ὧν | |
10 | καὶ ἐπιγραφῆναι καὶ τὰς ἀξίας καὶ πρεπού- |
σας καὶ ἀναλογούσας τῷ γένει καὶ τῇ περὶ | |
τὸν βίον αὐτοῦ ἀναστροφῇ τειμὰς ἐπι- | |
γραφῆναι δὲ καὶ ἐπὶ τοῦ μνημείου ἐν ᾧ τέ- | |
θαπται καὶ Ζήνων ὁ ἀδελφὸς αὐτοῦ ❦ | |
15 | τὰς ἀξίας ἐπιγραφὰς αὐτῷ, παραμεμυθῆσ- |
θαι δὲ Καλλίαν Ζήνωνος τοῦ Εὐδάμου | |
καὶ Ἀπφίαν Εὐδάμου τοῦ Μητροδώρου ❦ | |
τοὺς γονεῖς αὐτοῦ καὶ Εὔδαμον Καλλί- | |
ου τοῦ Ζήνωνος τὸν ἀδελφὸν αὐτοῦ | |
20 | φέρειν ἀνθρωπίνως τὸ συνβεβηκὸς |
ἀτύχημα. |