Honorary/funerary decree of boule and d[emos] for Eudamos
Kalliou; no date; found at Aphrodisias: Fellows, Acct. 320-321,
no. 27; CIG 2775d; Leake, TRSL 1843, 241-242 and 300-301, no.
20.c; Bailie, Fasc. ii 25-29 and 283-289, no. 54; Doublet &
Deschamps, BCH 14, 1890, 613-614, no. 13; *MAMA 8, no. 412.c.
[ ]
MAMA VIII, no. 412c
0 | [— και με]- |
τηλλακχότα· δεδόχθαι τῆ βουλῇ καὶ | |
τῷ δήμῳ τετε̣ιμῆσθαι καὶ μετηλλακ- | |
χότα Εὔδαμον Καλλίου τοῦ Ζήνω- | |
νος τοῦ Εὐδάμου νεανίαν καλὸν | |
5 | καὶ ἀγαθὸν ζήσαντα κοσμίως καὶ σω- |
φρόνως καὶ πρὸς ὑπόδειγμα ἀρετῆς | |
ταῖς καλλίσταις καὶ μεγίσταις καὶ ἀξί- | |
αις τειμαῖς ἀνατεθῆναι δὲ αὐτοῦ καὶ | |
εἰκόνας γραπτὰς ἐν ὅπλοις ἐπιχρύ- | |
10 | σοις καὶ ἀνδριάντας καὶ ἀγάλματα |
ἐν ἱεροῖς καὶ δημοσίοις τόποις ἐ- | |
φ’ ὧν καὶ ἐπιγραφῆναι τὰς ἀξίας καὶ ἀ- | |
ναλογούσας τῷ γένει αὐτοῦ τειμὰς | |
ἐπιγραφῆναι δὲ αὐτοῦ τὰς τειμὰς | |
15 | καὶ ἐπὶ τοῦ μνημείου ἐν ᾧ κεκήδευ- |
ται παραμεμυθῆσθαι δὲ Καλλίαν Ζή- | |
νωνος τοῦ Εὐδάμου καὶ Ἀπφίαν Εὐδά- | |
μου τοῦ Μητροδώρου τοὺς γονεῖς αὐ- | |
τοῦ φέρειν ἀνθρωπίνως τὰς συμβεβη- | |
20 | κυίας αὐτο̣ῖς̣ συμφορὰς ἐπὶ τοῖς τέ- |
κνο[ις αὐτῶ]ν τὸ δὲ ψήφισμα ἐπιδε- | |
δόσθα[ι εἰση]γησαμένου Μητροδώ- | |
ρου τοῦ Μητροδώρου του Διονυσίδου. |