Honorary decree of Ephesos for athlete Aur(elius) Achilleus of Aphrodeisias, on base; AD 212/263; found at Aphrodisias: Robert, Anat. Studies Buckler 230-245 (= OM I 614-628); BE 1939:357; Merkelbach, ZPE 14, 1974, 91-96; BE 1974:534; IEphesos 12 (PH); BE 1981:518; *Jones, HSCP 85, 1981, 107-119 (PH); SEG 31, 903; BE 1982:358; SEG 34, 1045; BE 1984:411.  
[ ] HSCP 85, 1981, 107-19
0 {²line or lines missing}²
[․c.4․] ἐσπουδακότας ἀποδεχο[μέ]-
[νης] ἀεὶ ταῖς πρεπούσαις καὶ δικα[ί]-
ις] πρὸς ἀξίαν μαρτυρίαις τῆς λαμ-
[πρ]οτάτης πόλεως τῶν Ἐφεσίων, καὶ
5 [συ]νηδομένης ὡς οἰκείοις τοῖς πάν-
[τω]ν ἀγαθοῖς, καὶ ὅσα ταῖς ἄλλαις πό-
[λ]εσιν ἐν τοῖς ἐπιφανέσιν τῶν ἀν-
[δ]ρῶν ὑπάρχει, πρὸς εὐδοκίμησιν
[ἐ]ξαίρετα ταῦτα ὑπάρχειν εὐτυχή-
10 [μ]ατα, πλεῖον δέ τι τῆς περὶ τὴν εὔνοι-
[α]ν ῥοπῆς ἀπονεμούσης τῇ λαμ-
προτάτῃ πόλει τῶν Ἀφροδεισιέων,
[π]ρὸς τὴν πολλὰ καὶ ἐξαίρετα περὶ
[τ]ὴν ἀντίδοσιν τῆς φιλοστοργίας
15 ἐστὶν αὐτῇ δίκαια, καὶ διὰ ταῦτα
Αὐρ(ήλιον) Ἀχιλλέα σώματος μὲν ἄσκη-
σιν ἐπανελόμενον, ἀθλήσεως δὲ
τὸν γενναιότατον, βίου δὲ καὶ προ-
αιρέσεως τὸν σεμνότατον, ὡς ἐν αὐ-
20 τῷ πᾶσαν κεκρᾶσθαι τὴν ἀρετὴν ὅσην
ψυχῆς ἐστιν καὶ σώματος, ἀποδε-
ξαμένης μὲν πολλάκις, καὶ ἐν τοῖς
φθάνουσιν ἀγῶσιν, οἷς ἐκόσμησεν
διαπρεπῶς καὶ μετὰ πάσης ἀγω-
25 νισάμενος ἀνδρείας, μάλιστα δὲ
ἐν τῷ τῶν Ὀλυμπίων ἀγῶνι, ὅτι προ-
τρεψαμένης αὐτὸν ὡς πατρίδος
τῆς πόλεως εἰς τὸ τελεώτατον τῶν
ἀγωνισμάτων καὶ τὴν κρίσιν τῶν ἀν-
30 δρῶν μετελθεῖν, ὑπακούσας κα[ὶ]
πεισθεὶς τῇ προτροπῇ τούς τε ἀν-
τιπάλους κατηγωνίσατο καὶ μετὰ
τοσαύτης δόξης τὸν κότινον ἀν[ε]-
δήσατο ὡς ἐν τοῖς μάλιστα τῶν
35 εὐδοκιμησάντων ἀγωνισμάτων
καταριθμεῖσθαι τὴν ἀνδρείαν αὐ-
τοῦ καὶ προθυμίαν· διὰ ταῦτα ἔ-
δοξεν μὴ μέχρις μόνης τῆς γνώ-
σεως τῶν παρόντων μηδὲ τῶν ἀ-
40 παντησάντων κατὰ καιρὸν τῷ στα-
δίῳ στῆναι τὴν περὶ τούτων μαρτυρί-
αν, ἅμ̣α γὰρ καὶ παρακαταθέσθ[αι] δι[ὰ]
τούτου τοῦ ψηφίσματος ἔτι μᾶ[λ]-
λον αὐτὸν τῇ πατρίδι.
Search Help
Contact Us