Honorary decree of athletic association for athlete T(itus)
(?) Aelius Aurelius Menandros, xystarches of agones in colony
Antiocheia (in Pisidia); AD 161/169; found at Aphrodisias:
Fellows, Acct. 306-311, no. 21; CIG 2811b (pp. 1113-1114); Leake,
TRSL 1843, 236-237 and 293-294, no. 12; Bailie, Fasc. ii 256-258,
no. 248; Franz, Ann. d. Inst. 19, 1847, 109, no. 7; Henzen, Ann.
d. Inst. 23, 1852, 119-120, no. 2; LW 1620a; Liermann 86-88, no.
15 (non vidi); Moretti no. 72; Cormack, Notes 13 and 58, fig. 6;
SEG 14, 732; *MAMA 8, no. 421 (PH, part); **Hellenica 13, 147-154
(ll. 15, 38, 43); BE 1966:392.
[ ]
MAMA VIII, no. 421
1 | [— ἐπιψηφ]ισαμένου Τ(ίτου) Α[ἰλίου] |
[—] παλαιστοῦ παραδό[ξου·] | |
[ἐπεὶ Τ(ίτος)?] Αἴλιος Αὐρήλιος Μένανδρος | |
παράδοξος καὶ διὰ βίου ξυστάρχης | |
5 | τῶν ἐν κολωνείᾳ Ἀντιοχείᾳ ἀγώνων |
ἀθλήσας ἐνδόξως καὶ ἐπιμελῶς ἐπὶ το- | |
σ̣οῦτον δ̣όξης προέβη ὡς πρῶτον | |
[ἀ]νελέσθαι εὐτυχῶς τοσούτους ἀγῶ- | |
[ν]ας καὶ δοξάσαι καθ’ ἕκαστον ἀγῶνα τὴν | |
10 | λαμπροτάτην πατρίδα αὐτοῦ κηρύγμα- |
[σ]ιν καὶ στ̣εφάνοις, μάλιστα δὲ καὶ ἐπὶ | |
[θ]εοῦ Ἀντωνείνου, ὡς οὐ μόνον στε[φα]- | |
[νω]θῆναι ταῖς ἐκείνου χειρσὶν ἀλλὰ κ[αὶ] | |
[τειμ]αῖς̣ ἐξαιρέτοις τειμηθῆναι, μεταξὺ | |
15 | [δὲ γ]ενόμενος ξυστάρχης τοσαύτῃ εὐ- |
νοίᾳ καὶ ἐπιμελείᾳ μετὰ σπουδῆς ἁπά- | |
σης κήδεται τῶν ἡμεῖν διαφερόν- | |
των τὰ κάλλιστα καὶ ἄριστα πολειτευ- | |
όμενος ἐν ἡμεῖν καὶ διὰ ταῦτα καὶ ἄλλο- | |
20 | τε μὲν πολλάκις καὶ τὰ νῦν ἐπαινοῦν- |
τες τὸν ἄνδρα καὶ μαρτυροῦντες αὐτῷ | |
ψηφίσματα τοῖς κυρίοις Αὐτοκράτορ- | |
σιν πεπόμφαμεν ἡγούμενοι μεγίστ- | |
ας καὶ ἀνταξίας ἀμοιβὰς αὐτῷ γενέσ- | |
25 | θαι ἀντὶ τῆς περὶ ἡμᾶς εὐνοίας καὶ ὅτι δα- |
πανήμασιν ἱκανοῖς καὶ κόπῳ πολλῷ περι- | |
εγένετο καὶ διεπράξατο ἀχθῆναι τὸν ἔναγ- | |
κος ἀγῶνα παρὰ τοῖς Ἀντιοχεῦσιν ὡς νο- | |
μίζειν ἡμᾶς οἰκόθεν παρ’ αὐτοῦ ἀνῃρῆσθαι | |
30 | τὰ θέματα· διὰ ταῦτα δεδόχθαι τύχῃ ἀγαθῇ |
εὐχαριστῆσαι τῷ Μενάνδρῳ ἐπί τε τῆς ἱερω- | |
τάτης βουλῆς καὶ τοῦ λαμπροτάτου δήμου | |
Ἀφροδεισιέων περὶ τῶν προηγορευμένων | |
τειμῆσαί τε αὐτὸν ἀνδριάντων ἀναστάσει καὶ | |
35 | εἰκόνων ἀναθέσει ἐν τῷ ἐπισημοτάτῳ |
τῆς πατρίδος τόπῳ ἐπιγραφησομένων | |
τῶν τειμῶν τῇ προγραφῇ τοῦδε τοῦ ψη- | |
φίσματος πρὸς τὸ ἀϊδίους ὑπάρξαι αὐ- | |
τῷ τὰς παρ’ ἡμῶν τειμάς. | |
40 | ἔστιν δὲ καὶ πολείτης πόλεων τῶν ὑπο- |
γεγραμμένων· Περγαμηνῶν, Ἀντιοχέ- | |
ων Καισαρέων κολώνων, καὶ βουλευτὴς | |
Θηβ̣αίων καὶ βουλευτὴς Ἀπολλωνιατῶν | |
Λυκίων Θρᾳκῶν καὶ βουλευτὴς Μειλη- | |
45 | σίων, Πεσσινουντίων, Κλαυδιοπολειτῶν, |
ἐπιμεληθέντος τῶν τειμῶν Ζήνωνος | |
τοῦ Ἀπολλωνίου τοῦ Μενάνδρου τοῦ | |
ἀδελφοῦ αὐτοῦ. |