Honorary decree of hiera synodos peri Dionysos and Hadrian for [Gaius Iulius Longi]anos (of Aphrodisias); AD 127; found at Aphrodisias: LW 1619; Lüders, Dionysische Künstler 183, no. 95 (non vidi); Reinach, REG 19, 1906, 96, no. 10.c; *MAMA 8, no. 418.c; BE 1966:389.  
[ ] MAMA VIII, no. 418c
27 vacat ψήφισμα ἱερᾶς συνόδου· vacat
[ἔδοξεν τῇ ἱερᾷ συνόδῳ τῶν ἀπὸ τῆς οἰκου]μένης περὶ τὸν Διόνυσον καὶ αὐτοκράτορα Τραϊανὸ<ν> Καίσαρος θεοῦ
[Τραϊανοῦ Δακικοῦ Παρθικοῦ υἱόν, θεοῦ Ν]έρουα υἱωνόν, Ἁδριανὸν Καίσαρα Σεβαστὸν νέον Διόνυσον τεχνε[ι]-
30 [τῶν ἱερεονεικῶν στεφανειτῶν καὶ τῶν σ]υναγωνιστῶν· εἰσηγησαμένου Θεοφράστου τοῦ Εὐβιότου Τρύφωνος
[Λαοδικέως κωμῳδοῦ, ἐπιψηφισαμένου Εὐ]τύχους τοῦ Εὐτύχους κωμῳδοῦ ἀσιονείκου Ἱεραπολείτου·
[ἐπεὶ Γάϊος Ἰούλιος Γαΐου? υἱὸς Λογγι]ανός, ἀγαθὸς ἀτελὴς τραγῳδιῶν ποιητής, ἀνὴρ παντὸς λόγου καὶ πάσης
[ἀποδοχῆς ἄξιος, τὴν ἡμετέραν εὐδο]ξίαν οὐ μόνον κοσμῶν ἀλλὰ καὶ συναύξων διὰ τῆς ἐναρέτου παιδείας,
[καὶ εὐπρεπεστάτην ἐπιδειξάμενος ἐν μεγ]αλοφυεῖ δόξῃ λογιότητα, τὴν ἀδιάλειπτον εὔνοιάν τε καὶ σπουδὴν ἐν
35 [παντὶ καιρῷ κατὰ τὴν δύναμιν ἐνδείκνυ]ται, ὡς πληθύειν ἡμῶν τὴν σύνοδον καὶ συναύξειν, δι’ ὃ ἄθροον τὸ τῆς σ̣[υν]-
όδου ψήφισμα πρότερον εἰς ἀμοιβὴν ὧν παρέσχητ]αι καὶ προτροπὴν τῶν μελλόντων ἐτείμησεν αὐτὸν εἰκόνι γραπτῇ·
[δεδόχθαι ἀνασταθῆναι ταύτην ἐν ᾧ ἂν τ]όπῳ τῆς πατρίδος αὐτὸς προέληται, εἶναί τε προήγορον διὰ βίου τῆς
[συνόδου τῆς ἀεὶ ἐπισταμένης τοὺς ἐν ὑπερ]οχῇ τῆς ἀξίας ἄνδρας ταῖς πρεπούσαις τειμαῖς ἀμείβεσθαι· ἐτελέσθη
[ἐπὶ ὑπάτων Μάρκου Γαουίου Σκουίλλα Γ]αλλικανοῦ καὶ Τίτου Ἀτειλίου Ῥούφου Τιτιανοῦ πρὸ ϛʹ καλανδῶν Ἀπρειλίω[ν]
40 [ἐπὶ δὲ ἄρχοντος Θεοφράστου τοῦ Εὐβιότο]υ Τρύφωνος τοῦ καλουμένου Θεοφράστου Ὠρείωνος Λαοδικέως κωμῳ-
[δοῦ, τοῦ νομοδείκτου? δὶς? καὶ? ἀρχιερέω]ς καὶ γυμνασιάρχου, γραμματεύοντος δὲ Αἰλίου Κλαυδίου Διογένους
[․․․․․․․․c.20․․․․․․․․ νομοδεικτοῦ]ντος Ἀπε[λ]λᾶ Χάρητος Ἀφροδεισιέω[ς κι]θ̣α̣ρ̣ῳ̣δ̣[οῦ παραδόξ]ου.
Search Help
Contact Us