First extract from Roman lex concerning Plarasa/Aphrodeisias; 39/38 BC, reinscribed 2/3; found at Aphrodisias: *Reynolds, Aphrodisias & Rome, doc. 9, ll. 1-6 (PH); SEG 32, 1097; BE 1983:370; AnnEpig 1984, 863.  
[ ] Reynolds, Aphr.&Rome 9.1-6
1 εἶδος ἐκ τῶν δεδομένων φιλανθρώπων ὑπό τε Αὐτοκρατόρων ∙ καὶ συνκλήτου ∙ καὶ δήμου Ῥωμαίων.
μήτε μὴν ἄρχοντά τινα ἢ ἀντάρχοντα δήμου Ῥωμαίων ἕτερόν τέ τινα εἰς τὴν πόλιν ἢ καὶ τὴν χώ-
ραν ἢ καὶ τοὺς ὅρους τοὺς Πλαρασέων καὶ Ἀφροδεισιέων στρατιώτην καὶ ἀντιστρατιώτην, ἱππέα,
ἕτερόν τινα εἰς παραχειμασίαν πρὸς αὐτοὺς δίδοσθαι μηδὲ καταθέσθαι κελεύειν μήτε χρήματα
5 μήτε στρατιώτας ∙ μήτε πλοῖα ∙ μήτε σεῖτον ∙ μήτε ὅπλα ∙ μήτε σχεδίας ∙ μήτε μὴν ἕτερόν τι πρᾶγμα
vacat τῷ δήμῷ τῷ Πλαρασέων καὶ <⁶¹>⁶¹[⁵¹Ἀ̣φ̣ρ̣ο̣δ̣ε̣ι̣σ̣ι̣έ̣ω̣ν̣]⁵¹ ἐπιτάσσεσθαι vacat
Search Help
Contact Us