Honorary decree of koinon of Hellenes in Asia for Dionysios Iasonos and Hierokles Iasonos of Aphrodisias and Tralles; I; found at Aphrodisias: Erim, PBSR 37, 1969, 94-95, no. 2 (PH); Oliver, AJP 93, 1972, 195-197; Drew-Bear, ZPE 8, 1971, 286-287, no. IV; BE 1972:413; *Drew-Bear, BCH 96, 1972, 443-445; BE 1973:398-399; Reynolds, Aphrodisias & Rome, doc. 5 (PH); SEG 32, 1097; BE 1983:366; SEG 35, 1081.  
[ ] BCH 1972, 443-45
1 [— γνώμη πρ]οέδρων καὶ γραματέως vacat ἐπεί, τῶν πόλεω̣[ν]
[καὶ τῶν ἐθνῶν θλιβομένων] ὑ̣πό τε τῶν δημοσιωνῶν καὶ τῶν γ̣εινομένω[ν]
[—]ου καὶ εἰς τὴν ἐσχάτην ἀπόγνωσιν παρ’ ἐνίω[ν]
[καθεστηκότων?, τὸ κοινὸν] τ̣ῶν Ἑλλήνων συνελθὸν ὁμοθυμ̣αδὸν ἔκρινε
5 [—]α̣ ἐν τῇ Ἐφεσίων πόλι πέμψαι πρεσβ̣ευτὰ̣ς πρὸς
[τήν τε σύνκλητον καὶ το]ὺ̣ς ἡγουμένους ἐκ τῶν πρώτων̣ καὶ μ̣άλισ̣τ̣α τιμω-
[μένων τοὺς διαλεξομένους αὐτο]ῖς περί τε τῶν προγεγραμμέ̣νων καὶ τῶν̣ ἄλλων το[ῖς]
[Ἕλλησιν συμφερόντων καὶ αὐτ]οὺς ἀξιώσοντας ἀντιλ̣αβέσθ̣αι τῆς ἐπαρχήας κ̣αὶ ὑ̣[—]
[—]νην αὐτήν, καὶ αἱρεθέντων πρεσβευτῶν ἐν ο̣ἷς̣ καὶ vacat
10 [Διονυσίου καὶ Ἱερ]οκλέους τῶν Ἰάσονος τοῦ Σ̣κ̣ύμνου τ̣ῶν̣ Ἀφροδισιέων, πολ[ι]-
[τευομένων δὲ καὶ] ἐν Τράλλεσιν, ὧν καὶ μὴ ἐπιδη̣μούντων ἔ̣π̣εμψαν οἱ πρόεδρο[ι]
[ἄνδρα κομίζοντα? π]αρ’ Ἀφροδισιέων δῆμον̣ γρ̣ά̣μ̣[μα]τ̣α περί τε τοῦ εἱρῆσθαι αὐτοὺ̣[ς]
[—]οντας διὰ τὸ κοινῇ σ̣υμφέρον τῶν Ἑλλήν̣ων, γινωσκ̣ομένης
[παρὰ τοῖς Ἕλλη]σ̣ιν τῆς ἐπ’ ἀρετῇ καὶ δόξῃ διαλήψεως καθότι τὰ κατὰ μέρος
15 [περὶ ἑκάστων διὰ] τῶν ἐξαπεσταλμέν̣ων ὑπὲρ αὐτῶν γρ̣αμμ̣άτων δηλοῦ-
[ται — τ]ε̣ καὶ κληθέντες ὑπὸ το̣ῦ̣ δ̣ήμου συναχθείσης ἐκλησίας
[ἀνεδέξαντο] τελέσειν τὴν πρεσβήαν  δι’ ἣν καὶ πρεσ̣βήαν̣ πολλο̣ὺς
[καὶ μεγάλους] κ̣ινδύνους ὑπο̣μείναντες καὶ ἀναδόντες τὰ ψηφίσματα
[τῇ τε συνκλή]τῳ καὶ το̣ῖς ἡγουμένοις καὶ <⁶¹>⁶¹[⁵¹καὶ]⁵¹ προσεδρεύσαντες ἐν παν-
20 [τὶ καιρῷ τοῖς] ἡγουμένοις καὶ πολλοὺς καὶ μεγάλους ἀγῶνας [ἀ]ναδεξάμε-
[νοι ὑπὲρ τοῦ] κ̣οινοῦ τῶν Ἑλλήνων κ̣αὶ παρατυχόντες πᾶσιν τοῖς ἀγῶσι καὶ πο]-
[ήσαντες τὴ]ν πρεσβήαν καλὴν καὶ εὐτυχῆ καὶ ἀξίαν τοῦ κ̣ο̣ινοῦ τῶν Ἑλλήνων
[καὶ τῆς περὶ] αὐτῶν διαλήψεως, κατωρθώσαντο τὰ μέγιστα καὶ συμφέροντα τοῖς
[ἐν πάσῃ τῇ?] Ἀσίᾳ δήμοις τε καὶ ἔθνεσιν  δεδόχθαι τῷ κοινῷ τῶν ἐπὶ τῆς Ἀσί-
25 [ας Ἑλλήνω]ν̣· ἐ̣π̣[ῃν]ῆ̣σθαι τοὺς προγεγραμμένους ἄνδρας καὶ ἐστεφαν<ῶ>σθαι χρυσ[ῷ]
[στεφάνῳ ἑκά]τερον αὐτῶν ἐφ’ ᾗ εἰσηνέγκαντο ἀνδρήᾳ τε καὶ σπουδῇ vacat
[καὶ στῆσα]ι αὐτῶν καὶ ἰκόνας χαλκᾶς παρ’ ᾧ ἂν βούλωνται δήμῳ ἢ ἔθνε̣ι γεν̣[ο]-
[μένης ἐπιγρα]φῆς v οἱ ἐν τῇ Ἀσίᾳ δῆμοι καὶ τὰ ἔθνη ἐτίμησαν Διονύσιον καὶ Ἱεροκλῆν
[τοὺς Ἰάσονο]ς τοῦ Σκύμνου κατορθωσαμένους τὰ μέ<γ>ιστα ἀρετῆς <⁶¹>⁶¹[⁵¹ενεκ̣]⁵¹ ἕνεκεν̣.
Search Help
Contact Us