Honorary decree of koinon of Hellenes in Asia for Dionysios
Iasonos and Hierokles Iasonos of Aphrodisias and Tralles; I;
found at Aphrodisias: Erim, PBSR 37, 1969, 94-95, no. 2 (PH);
Oliver, AJP 93, 1972, 195-197; Drew-Bear, ZPE 8, 1971, 286-287,
no. IV; BE 1972:413; *Drew-Bear, BCH 96, 1972, 443-445; BE
1973:398-399; Reynolds, Aphrodisias & Rome, doc. 5 (PH); SEG 32,
1097; BE 1983:366; SEG 35, 1081.
[ ]
BCH 1972, 443-45
1 | [— γνώμη πρ]οέδρων καὶ γραματέως vacat ἐπεί, τῶν πόλεω̣[ν] |
[καὶ τῶν ἐθνῶν θλιβομένων] ὑ̣πό τε τῶν δημοσιωνῶν καὶ τῶν γ̣εινομένω[ν] | |
[—]ου καὶ εἰς τὴν ἐσχάτην ἀπόγνωσιν παρ’ ἐνίω[ν] | |
[καθεστηκότων?, τὸ κοινὸν] τ̣ῶν Ἑλλήνων συνελθὸν ὁμοθυμ̣αδὸν ἔκρινε | |
5 | [—]α̣ ἐν τῇ Ἐφεσίων πόλι πέμψαι πρεσβ̣ευτὰ̣ς πρὸς |
[τήν τε σύνκλητον καὶ το]ὺ̣ς ἡγουμένους ἐκ τῶν πρώτων̣ καὶ μ̣άλισ̣τ̣α τιμω- | |
[μένων τοὺς διαλεξομένους αὐτο]ῖς περί τε τῶν προγεγραμμέ̣νων καὶ τῶν̣ ἄλλων το[ῖς] | |
[Ἕλλησιν συμφερόντων καὶ αὐτ]οὺς ἀξιώσοντας ἀντιλ̣αβέσθ̣αι τῆς ἐπαρχήας κ̣αὶ ὑ̣[—] | |
[—]νην αὐτήν, καὶ αἱρεθέντων πρεσβευτῶν ἐν ο̣ἷς̣ καὶ vacat | |
10 | [Διονυσίου καὶ Ἱερ]οκλέους τῶν Ἰάσονος τοῦ Σ̣κ̣ύμνου τ̣ῶν̣ Ἀφροδισιέων, πολ[ι]- |
[τευομένων δὲ καὶ] ἐν Τράλλεσιν, ὧν καὶ μὴ ἐπιδη̣μούντων ἔ̣π̣εμψαν οἱ πρόεδρο[ι] | |
[ἄνδρα κομίζοντα? π]αρ’ Ἀφροδισιέων δῆμον̣ γρ̣ά̣μ̣[μα]τ̣α περί τε τοῦ εἱρῆσθαι αὐτοὺ̣[ς] | |
[—]οντας διὰ τὸ κοινῇ σ̣υμφέρον τῶν Ἑλλήν̣ων, γινωσκ̣ομένης | |
[παρὰ τοῖς Ἕλλη]σ̣ιν τῆς ἐπ’ ἀρετῇ καὶ δόξῃ διαλήψεως καθότι τὰ κατὰ μέρος | |
15 | [περὶ ἑκάστων διὰ] τῶν ἐξαπεσταλμέν̣ων ὑπὲρ αὐτῶν γρ̣αμμ̣άτων δηλοῦ- |
[ται — τ]ε̣ καὶ κληθέντες ὑπὸ το̣ῦ̣ δ̣ήμου συναχθείσης ἐκλησίας | |
[ἀνεδέξαντο] τελέσειν τὴν πρεσβήαν δι’ ἣν καὶ πρεσ̣βήαν̣ πολλο̣ὺς | |
[καὶ μεγάλους] κ̣ινδύνους ὑπο̣μείναντες καὶ ἀναδόντες τὰ ψηφίσματα | |
[τῇ τε συνκλή]τῳ καὶ το̣ῖς ἡγουμένοις καὶ <⁶¹>⁶¹[⁵¹καὶ]⁵¹ προσεδρεύσαντες ἐν παν- | |
20 | [τὶ καιρῷ τοῖς] ἡγουμένοις καὶ πολλοὺς καὶ μεγάλους ἀγῶνας [ἀ]ναδεξάμε- |
[νοι ὑπὲρ τοῦ] κ̣οινοῦ τῶν Ἑλλήνων κ̣αὶ παρατυχόντες πᾶσιν τοῖς ἀγῶσι καὶ πο[ι]- | |
[ήσαντες τὴ]ν πρεσβήαν καλὴν καὶ εὐτυχῆ καὶ ἀξίαν τοῦ κ̣ο̣ινοῦ τῶν Ἑλλήνων | |
[καὶ τῆς περὶ] αὐτῶν διαλήψεως, κατωρθώσαντο τὰ μέγιστα καὶ συμφέροντα τοῖς | |
[ἐν πάσῃ τῇ?] Ἀσίᾳ δήμοις τε καὶ ἔθνεσιν δεδόχθαι τῷ κοινῷ τῶν ἐπὶ τῆς Ἀσί- | |
25 | [ας Ἑλλήνω]ν̣· ἐ̣π̣[ῃν]ῆ̣σθαι τοὺς προγεγραμμένους ἄνδρας καὶ ἐστεφαν<ῶ>σθαι χρυσ[ῷ] |
[στεφάνῳ ἑκά]τερον αὐτῶν ἐφ’ ᾗ εἰσηνέγκαντο ἀνδρήᾳ τε καὶ σπουδῇ vacat | |
[καὶ στῆσα]ι αὐτῶν καὶ ἰκόνας χαλκᾶς παρ’ ᾧ ἂν βούλωνται δήμῳ ἢ ἔθνε̣ι γεν̣[ο]- | |
[μένης ἐπιγρα]φῆς v οἱ ἐν τῇ Ἀσίᾳ δῆμοι καὶ τὰ ἔθνη ἐτίμησαν Διονύσιον καὶ Ἱεροκλῆν | |
[τοὺς Ἰάσονο]ς τοῦ Σκύμνου κατορθωσαμένους τὰ μέ<γ>ιστα ἀρετῆς <⁶¹>⁶¹[⁵¹ενεκ̣]⁵¹ ἕνεκεν̣. |