Honorary decree [of boule and demos] of Plyareis for Agroitas Kallikrat[ous] of Gordiouteichos; II/I1; found at Aphrodisias: Erim, PBSR 37, 1969, 92-93, no. 1 (PH); Drew-Bear, ZPE 8, 1971, 286-288, no. II; BE 1972:413; *Drew-Bear, BCH 96, 1972, 435-436; BE 1973:398.  
[ ] BCH 1972, 435-36
1 ΩΣΑΙ[— ἵνα οὖν]
κ̣αὶ ὁ δῆμ̣[ος ὁ Πλυαρέων εὐχάριστος ὢν φαίνη]-
ται καὶ κατα̣[ξίας χάριτας ἀπονέμων τοῖς ἀγα]-
θοῖς ἀνδράσιν· δεδόχ̣[θαι τῆι βουλῆι καὶ τῶι δήμωι,]
5 κυρωθέντος τοῦδε τοῦ ψη̣[φίσματος· ἐπαινέ]-
σαι τε Ἀγροίταν Καλλικράτ̣[ους ἀρετῆς ἕνε]-
κεν καὶ εὐνοία̣ς ἣν ἔχων δ[ιατελεῖ πρὸς τὸν]
δῆμον τὸν [Πλυ]αρέων· δεδό[σθαι δὲ καὶ πο]λι-
τείαν αὐτῶι̣ κ̣α̣ὶ ἐγγόνοις καὶ με[τουσία]ν πάντων̣
10 ὧν καὶ οἱ ἄλοι τῶν πολιτῶν μετ[έχου]σιν· στεφ[α]-
νῶσαι δὲ αὐτὸν καὶ ἐν τῆι̣ ἐκ̣λ[ησ]ίαι θαλλοῦ στ[ε]-
φάνωι· καλέσ[α]ι δὲ αὐτὸν καὶ ἐπὶ ξέν̣ια εἰς τὸ πρυτ[α]-
νεῖον· ἵνα δὲ̣ κ̣αὶ Γορδιοτειχῖται ε[ἰ]δήσωσιν ἣν
ποιεῖται σπουδὴν ὁ δῆμος ὁ Πλυαρέων εἰς τοὺς κατ[α]-
15 ξίους τῶν ἀνδρῶν, ἑλ[έσ]θαι πρεσβευτὴν ἕνα ἐκ πάντω[ν]
τῶν πο[λ․․]ιτῶν ΙΔ[․․ ὁ] δὲ αἱρεθεὶς ἀφικόμενος
εἰς Γορδιο[υ]τεῖχος τό τε ψήφισμα ἀποδ[ότω] κ[αὶ ἐπελ]-
θ̣ὼν ἐπὶ τὴν̣ ἐκλησί[α]ν ἐπαινέτωι Γορ[διοτειχίτας ἐπὶ]
τῆι εὐνοίαι ἣν ἔχουσιν πρὸς [τὸν δῆμον τὸν Πλυαρέ]-
20 ων καὶ ἐπὶ τῶι ἄνδρα̣ κ̣α̣[λὸν κἀγαθὸν —]
τας ἐξαποσ[τεῖλαι —· παρα]-
καλείτω δ̣[ὲ —]
Search Help
Contact Us