Decree [of boule and demos] of Amyzon concerning money
advanced to Chrysaoreis, with list of contributors, on block of
white marble; III2/II1; found at Amyzon: *Robert, Amyzon
no. 28 (PH); BE 1984:426.
[ ]
Robert, Amyzon no. 28
| 1 | [στεφανηφορ]οῦντος Διοφάντου, μηνὸς Ἡραιῶ[νος ἕκτηι ἀνο]μένου· ἔδοξεν Ἀμυζον[έων τῆι βουλῆι] |
| [καὶ τῶι δήμωι·] εἰσφορὰγ γενέσθαι διαφόρων καὶ ἀπό[δοσιν ․c.3․] τοῖς προδανεισαμένοις ἄ[τοκα χρήματα] | |
| [τὰ ἀπεσταλ]μένα εἰς Χρυσαορεῖς· δεδόχθαι τῶι δήμωι· εἰσεν̣[έγ]και ἕκαστον τῶν πολιτῶν, ἡβη[δὸν ․․․c.10․․․] | |
| [δραχ]μὰς πέντε ἕως μηνὸς Ἡραιῶνος τοῦ ἐπὶ vacat ․․c.7․․· διδόναι δὲ ἕκαστον τοῖς [αἱρεθεῖσιν ἀνδρά]- | |
| 5 | [σι ὑ]πὸ τοῦ δήμου· ὅσοι δὲ ἂν μὴ εἰσενέγκωσιν καθότι γέγραπται ἀποτεισάτωσαν πεν[τήκοντα δραχμὰς καὶ μὴ] |
| [ἔστ]ω αὐτοῖς μετουσία μήτε τῶγ Χρυσαορικῶν μήτε τῶν ἄλλων ἱερῶν μέχρι το[ῦ βίου τοῦ ἑαυ]- | |
| [τῶν·] τὴν δὲ πρᾶξιν εἶναι κατὰ τῶν μὴ εἰσενεγκάντων καθότι γέγραπται τοῖς αἱρεθεῖσιν ἀ[νδράσι] | |
| [τρ]όπωι ὧι ἂν βούλωνται ἀζημίοις οὖσιν καὶ ἀνυποδίκοις καὶ αὐτοῖς καὶ τοῖς συνεισ[πράξα]- | |
| [σι]ν μεθ’ αὑτῶν· οἱ δὲ αἱρεθέντες ἄνδρες ὡς ἂν λογεύσωσιν τὸ ἀργύριον ἀποδότωσα[ν τοῖς προ]- | |
| 10 | δεδανεισμένοις ὑπὲρ τοῦ δήμου· ἀναγραψάτωσαν δὲ καὶ τόδε τὸ ψήφισμα ἐπὶ τοῦ ἱεροῦ πυλῶ[νος ․c.4․] |
| πρὸς δυσμὴν καὶ ὑπογραψάτωσαν τὰ ὀνόματα πατρόθεν τῶν εἰσενεγκάντων καθότι ἐψήφι[σται· ἐὰν] | |
| δέ τινες ἔγδημοι ὦσιν ἐξουσίαν ἐχέτωσαν διδόναι τὴν εἰσφορὰν ἀεὶ τοῖς ἐνεστῶσι νεωποίαις ἀφ’ ἧ[ς ἂν ἡμέ]- | |
| ρας παραγένωνται ἐν ἡμέραις τριάκοντα καὶ ἀναγραφέσθω καὶ τούτων τὰ ὀνόματα καθότι καὶ τῶν ἄ[λλων·] | |
| τὸ δὲ ἀνήλωμα τὸ ἐσόμενον εἰς τὴν ἀναγραφὴν τοῦ ψηφίσματος καὶ τῶν ὀνομάτων δότωσα[ν ἐκ τῶν] | |
| 15 | ἱερῶν προσόδων. ἡιρέθησαν Ἰάσων Περικλείους, Ἀριστόδημος Ἀριστοδήμου, Ἀρτεμίδω[ρος Ἡρα]- |
| κλείτου, Ἱεροκλῆς Ἀριστέου νεωποῖαι, Ἀντικράτης Φείδωνος γραμματεύς. | |
| vacat οἵδε εἰσήνεγκαν· vacat | |
| 1.18 | Παγκράτης Μελαινέως |
| Μένιππος Μελαινέως | |
| 20 | Ἰάσων Βαλάγρου |
| Μηνόφιλος Λεωνίδου | |
| Μυωνίδης Χρυσάορος | |
| Διονύσιος Ἱεροκλείους | |
| Μυωνίδης Διονυσίου | |
| 25 | Ἀρτεμίδωρος Πολίτου |
| Μελαινεὺς Διονυσίου | |
| [Φ]ίλιππος Εὐπολέμου | |
| [Δι]ονύσιος Μυωνίδου | |
| [Ἱερ]οκλῆς Οὐλιάδου | |
| 2.18 | Ἀπολλώνιος Ἀπολλωνίου |
| Πολίτης Ἀρτεμιδώρου | |
| 20 | Ἱεροκλῆς Πολίτου |
| Πολίτης Ἱεροκλείους | |
| Ἑρμίας Θεάνου | |
| Ἱεροκλῆς Ἀπολλωνίου | |
| Ἀπολλώνιος Ἱεροκλείους | |
| 25 | Πραΰλος Ἱεροκλείους |
| Δράκων Τιμοκλείους | |
| Ἰατροκλῆς Τιμοκλείους | |
| Διονύσιος Παυσιμάχου | |
| Δίων Παυσιμάχου | |
| 3.18 | Ἱεροκλῆς Ἑρμίου |
| Διονύσιος Ἀπολλωνίου | |
| 20 | Ἀρτεμίδωρος Ἀπολλωνίου |
| Μενίσκος Ἀπολλωνίου | |
| Δημήτριος Διονυσίου | |
| Ἑρμίας Δημητρίου | |
| Διονύσιος Δημητρίου | |
| 25 | Ἰάσων Δημητρίου |
| Νουμήνιος Ἀριστοδήμου | |
| Ἀρτεμίδωρος Μενίππου | |
| Ἱεροκλῆς Ἀρτεμιδώρου | |
| [Ἀ]ριστόδημος Ἑρμίου | |
| 4.18 | Ἱεροκλῆς Ἀρτεμιδώ[ρου] |
| Ἀρτεμίδωρος Ἱεροκλείου[ς] | |
| 20 | Αἰνέας Ἱεροκλείους |
| Οὐλιάδης Ἱεροκλείους | |
| Χάροπος Διονυσίου | |
| Διονύσιος Χαρόπου | |
| Παυσανίας Χαρόπου | |
| 25 | Λαμπρίας Χαρόπου |
| Παυσίμαχος Χαρόπ[ου] | |
| Ἀριστόδημ[ο]ς Χαρ[όπου] | |
| Ἐπαίνετ[ος —] | |
| [—] | |