Decree of demo[s] of Amyzon concerning money given to Apollonios Iatrokleious, on anta-block of marble; Hellenistic; found at Amyzon: *Robert, Amyzon no. 36 (PH); BE 1984:428.  
[ ] Robert, Amyzon no. 36
1 στεφανηφοροῦντος Ζηνοδότου, μηνὸς Παλλεῶνος
τρεισκαιδεκάτηι· ἔδοξεν Ἀμυζονέων τῶι δήμω[ι,]
ἐκκλησίας κυρίας γενομένης· Κλέανδρος Διονυσίο[υ]
εἶπεν· ἐπειδή τινων τῶν πολιτῶν ἐμφανι[σ]άντ[ων]
5 τῶι δήμωι ὅτι ἐν τοῖς ἔμπροσθεν χρόνοις συναχθέ[ν]-
των διαφόρων ὑπὸ τῶν πολιτῶν κατὰ κοινὸν καὶ τού-
των δοθέντων Ἀπολλωνίωι Ἰατροκλείους τοῦ Ἑρμίο[υ]
ἀνδρὶ καλῶι καὶ ἀγαθῶι καὶ τε[τιμ]ημένωι ὑπὸ τοῦ δήμο[υ]
[κα]ὶ εὐεργέτηι ἀναγεγραμμένωι ․․․c.10․․․ ἀργυρίου ε[ἰς]
10 [τὴ]ν τοῦ δήμου χρείαν· μετὰ δὲ ταῦτ[α κ]αταστάσ[εως]
[γε]νομένης καὶ διὰ τὰς τῶν καιρῶν μεταβολὰς [μὴ ἀπο]-
[κατα]στ[α]θέντων [τ][ν] χρημάτων [—]
Search Help
Contact Us